Κυριακή, 9 Δεκεμβρίου 2012

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΣΤΗΝ ΑΓΙΑ ΑΝΝΑ


Η ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΧΑΙΡΕΤΙΣΜΩΝ ΠΡΟΣ ΤΙΜΗΝ ΤΗΣ ΑΓΙΑΣ ΑΝΝΑΣ

Κοντάκιον.
Ήχος πλ.δ´. Τη Υπερμάχω.
Τη του Σωτήρος ευκλεεί Προγόνω άσωμεν
τη πεπλησμένη δωρεών του θείου Πνεύματος
κατά χρέος εγκωμίων άσματα θεία·
ως τεκούσα γαρ Παρθένον την Πανάχραντον
αναβλύζει καθ’ εκάστην χάριν άφθονον
τοις κραυγάζουσι· Χαίροις, Άννα θεόκλητε.
ΟΙ ΟΙΚΟΙ
Άγγελος ουρανόθεν, καταπτάς της Παρθένου, μηνύει σοι την σύλληψιν Άννα, ήν τεκούσα εξ Ιωακείμ, την ευκαρπίαν εκφαίνεις της χάριτος· διό σου την λαμπρότητα, θαυμάζοντες βοώμεν ούτω·

Χαίρε, δι’ ής η χάρις δωρείται·
χαίρε, δι’ ής η πλάνη σοβείται.
Χαίρε, της εν νόμω λατρείας εκτύπωμα·
χαίρε, της μελλούσης ευκλείας προκήρυγμα.
Χαίρε, ύψος αγαπήσεως του Θεού των οικτιρμών·
χαίρε, βάθος καθαρότητος και παντοίων αρετών.
Χαίρε, ότι εν γήρα την Παρθένον βλαστάνεις·
χαίρε, ότι πλουσίως θείαν χάριν πηγάζεις.
Χαίρε, αυγή μελλούσης λαμπρότητος·
χαίρε, ακτίς της θείας χρηστότητος.
Χαίρε, δι’ ής ατεκνία νεκρούται·
χαίρε, δι’ ής ευφορία δηλούται.
Χαίροις, Άννα θεόκλητε.


Βλέπουσα η Προμήτωρ, εαυτήν εν στειρώσει, εβόησε τω πάντων Δεσπότη· λύσον Αδωναΐ Σαβαώθ, της ατεκνίας μου τα δεσμά δέομαι· και συλλαβούσα τέτοκεν, την τεκούσαν ώ εκβοώμεν·

Αλληλούϊα.

Γνώσιν άνωθεν σχούσα, Άννα Θεοπρομήτορ, εν γήρατι τεκείν θεία νεύσει, έχαιρες χαράν την αληθή, ως της χαράς την αιτίαν κυήσασα· διό της αθυμίας μου, το νέφος λύσον του βοάν σοι·

Χαίρε, η λύσις της αθυμίας·
χαίρε, η βρύσις της θυμηδίας.
Χαίρε, ατεκνίας φυγούσα το όνειδος·
χαίρε, παρθενίας τεκούσα το στέλεχος.
Χαίρε, θεϊκών προστάξεων πλήρωμα περιφανές·
χαίρε, ίνδαλμα της χάριτος θείον και θεοειδές.
Χαίρε, ότι εκφαίνεις την σωτήριον χάριν·
χαίρε, ότι εκτρέπεις απαιδίας την ζάλην.
Χαίρε, Θεώ αμέμπτως λατρεύουσα·
χαίρε, σεμνώς εν γήρατι τέξασα.
Χαίρε, Θεού θεοφόρε Προμήτορ·
χαίρε, ημών αληθής αντιλήπτωρ.
Χαίροις, Άννα θεόκλητε.


Δόξαν Θεού υμνούσα, Άννα Θεοπρομήτορ, συν τω Ιωακείμ τω συνεύνω, προσήγαγες τω θείω ναώ, τριετίζουσαν Παρθένον την Αχραντον, οία προσηύξω πρότερον, βοώσα πιστώς τω Κυρίω·

Αλληλούϊα.

Εντολαίς του Κυρίου, και τοίς τύποις του νόμου, ρυθμίζουσα την σήν πολιτείαν, θεράπαινα ώφθης του Θεού, και εναρέτων πράξεων υπόδειγμα, ω Αννα παμμακάριστε· διό σε τιμώντες βοώμεν·


Χαίρε, Θεού τον νόμον πληρούσα·
χαίρε, ημίν τα κρείττω τυπούσα.
Χαίρε, απαρχή της ημών αναπλάσεως·
χαίρε, θησαυρέ εσομένης ελλάμψεως.
Χαίρε, κλήμα ευφορώτατον των εν νόμω εντολών·
χαίρε, σκήνωμα πολύτιμον ουρανίων δωρεών.
Χαίρε, ότι εδέξω θείαν επαγγελίαν·
χαίρε, ότι προάγεις την Παρθένον Μαρίαν.
Χαίρε, εικών της εν νόμω πίστεως·
χαίρε, λαμπάς εντολών της χάριτος.
Χαίρε, πολλών χαρισμάτων πλημμύρα·
χαίρε, Θεού ενταλμάτων κινύρα.
Χαίροις, Άννα θεόκλητε.

Ζήσασα θεοφρόνως, Άννα Θεοπρομήτορ, ως μήτηρ της Μητρός του Σωτήρος, μετέστης προς τας άνω μονάς, και της εκ σου προελθούσης Θεόπαιδος, εκ δεξιών παρέστηκας, εκβοώσα τω σω εγγόνω·

Αλληλούϊα.

Ήρθης προς θείαν δόξαν, μεταστάσα του κόσμου, και της υπερκοσμίου χορείας, ηξιώθης Άννα θαυμαστώς, και τοις εν γη άσματικώς τιμώσί σε, χάριν παρέχεις άφθονον· ένθεν άπαντές σοι βοώμεν·


Χαίρε, φωτός του θείου δοχείον·
χαίρε, χαράς αλήκτου ταμείον.
Χαίρε, Τρισηλίου λαμπρότητος μέτοχος·
χαίρε, ζωηρρύτου φαιδρότητος έμπλεως.
Χαίρε, ότι απεκύησας την Μητέρα του Θεού·
χαίρε, ότι εγαλούχησας την τροφόν του Ποιητού.
Χαίρε, η μεταστάσα προς την άληκτον δόξαν·
χαίρε, η επαρθείσα προς την άλυτον χώραν.
Χαίρε, Θεού ορώσα την έλλαμψιν·
χαίρε, εχθρού νεκρούσα την έπαρσιν.
Χαίρε, πηγή ψυχοτρόφων ναμάτων·
χαίρε, πολλών παροχεύς ιαμάτων.
Χαίροις, Άννα θεόκλητε.

Θείων απαυγασμάτων, προϊόντων απαύστως, πηγής εκ Τριφαούς απορρήτως, οία Προμήτωρ του Λυτρωτού, πληρουμένη Άννα αειμακάριστε, λύσον παθών την ζόφωσιν, των ευλαβώς Θεώ βοώντων·

Αλληλούϊα.

Ίσχυσας εν τω γήρα, θεία επαγγελία, τεκείν την Θεοτόκον Μαρίαν, λυθείσα στειρώσεως δεσμών, ως εν σοί του Σαβαώθ ευδοκήσαντος· ένθεν χαράς επλήρωσας, τους εκβοώντάς σου τοιαύτα·


Χαίρε, χαράς την πηγήν τεκούσα·
χαίρε, ζωής αλήκτου τυχούσα.
Χαίρε, θεοφρόνων γυναίων αγλάϊσμα·
χαίρε, θεοσδότων χαρίτων θησαύρισμα.
Χαίρε, στήλη θεοτύπωτος σωφροσύνης αληθούς·
χαίρε, οίκος θείου Πνεύματος δια βίου ευαγούς.
Χαίρε, ότι κυΐσκεις του Θεού την καθέδραν·
χαίρε, ότι εκλύεις του εχθρού την ενέδραν.
Χαίρε, ψυχών αγίων ωράϊσμα·
χαίρε, παθών ποικίλων ιάτειρα.
Χαίρε, εχθρού καταργούσα το κράτος·
χαίρε, πιστοίς θείον νέμουσα θάρρος.
Χαίροις, Άννα θεόκλητε.

Κυήσασα την Παρθένον, και φυγούσα εν γήρα, στειρώσεως το όνειδος Άννα, χάριν είληφας παρά Θεού, ταίς στείραις διδόναι τέκνα εκάστοτε, πιστώς προσερχομέναις σοι, και ευλαβώς Θεώ βοώσαις·

Αλληλούϊα.

Λήξιν προς ουρανίαν, ως μετέστης εν δόξη, πλουσία μετοχή εθεώθης, και τώ ξύλω Άννα της ζωής, αποκατέστης απαύστως πρεσβεύουσα, χάριν δούναι και έλεος, τοίς ευλαβώς σοι εκβοώσι·


Χαίρε, η μήτηρ Μητρός Κυρίου·
χαίρε, η πτώσις εχθρού δολίου.
Χαίρε, των Δικαίων σεπτόν ακροθίνιον·
χαίρε, των Αγίων απάντων κειμήλιον.
Χαίρε, όρος ότι έτεκες το περίοπτον Θεού·
χαίρε, μήτηρ ότι γέγονας της Μητρός του Ποιητού.
Χαίρε, η γεωργούσα παρθενίας την χώραν·
χαίρε, η δρεπομένη την αΐδιον δόξαν.
Χαίρε, παθών οδύνας η παύουσα·
χαίρε, ψυχών τον ζόφον σκεδάζουσα.
Χαίρε, σεπτή μυροθήκη του νόμου·
χαίρε, Θεού η Προμήτωρ του Λόγου.
Χαίροις, Άννα θεόκλητε.

Μέγιστον έσχες κλέος, Άννα Θεοπρομήτορ, τεκούσα του Θεού την Μητέρα· διό μεγίστων εκ συμφορών, απαλλάττεις τους σοί προστρέχοντας, και προς ζωήν ανώλεθρον, κατευθύνεις τους εκβοώντας·

Αλληλούϊα.

Νόμου του Μωϋσέως, τα εντάλματα Άννα, πληρούσα ευθυτάτη καρδία, το πλήρωμα εν σοί προτυποίς, της του Ευαγγελίου θείας χάριτος, και διεγείρεις άπαντας, εκβοάν σοι εν ευφροσύνη·


Χαίρε, σελήνη παμφαεστάτη·
χαίρε, λυχνία τηλαυγεστάτη.
Χαίρε, λαμπρυνθείσα του νόμου ταις πράξεσι·
χαίρε, δοξασθείσα ταις άνωθεν χάρισι.
Χαίρε, τέμενος θεότευκτον επιπνοίας θεϊκής·
χαίρε, όργανον θεόλβιον ενεργείας μυστικής.
Χαίρε, ότι παρέχεις τέκνα ταις στειρευούσαις·
χαίρε, ότι βλυστάνεις χάριν ταις απορούσαις.
Χαίρε, Θεού η μάμμη η ένδοξος·
χαίρε, ημών προστάτις η ένθεος.
Χαίρε, πιστών χαρμονή μακαρία·
χαίρε, πασών γυναικών πανολβία.
Χαίροις, Άννα θεόκλητε.

Ξένον έσχηκας τόκον, εν τω γήρατι Άννα, τεκούσα του Θεού την Μητέρα, και ξένων ηξίωσας τιμών, των ανθρώπων το γένος τη κυήσει σου· διό σοι εποφείλομεν, χάριτας οι πόθω βοώντες·

Αλληλούϊα.

Όλη λελαμπρυσμένη, αρετών αγλαΐαις, μετέστης προς ζωήν την αγήρω, και τοις εν γη κατέλιπες σεμνή, ως ιατρείον το σώμά σου άσυλον, εξ ού τον θείον πόδα σου, πλουτούντες πιστώς σοι βοώμεν·


Χαίρε, η λύσις της απαιδίας·
χαίρε, η παύσις της ατεκνίας.
Χαίρε, των μητέρων το θείον εντρύφημα·
χαίρε, των δογμάτων των τύπων εκπλήρωμα.
Χαίρε, πλούτος θείας χάριτος και χρηστότητος πολλής·
χαίρε, άγιον θησαύρισμα συμπαθείας θεϊκής.
Χαίρε, ότι θαυμάτων ενεργείς τας δυνάμεις·
χαίρε, ότι δαιμόνων καταργείς παρατάξεις.
Χαίρε, Χριστόν κινούσα προς έλεος·
χαίρε, εχθρών απίστων ο έλεγχος.
Χαίρε, Θεού ευσπλαγχνίας πλημμύρα·
χαίρε, εχθρού καθαιρέτις τελεία.
Χαίροις, Άννα θεόκλητε.

Προφητών θεολήπτων, και Δικαίων απάντων, υπέρκεισαι Κυρίου Προμήτορ· ότι την τεκούσαν μετά σαρκός, τον υπερούσιον Λόγον εκύησας· μεθ’ ών απαύστως πρέσβευε, σώζεσθαι τους Θεώ βοώντας·

Αλληλούϊα.

Ρεύματα ασεβείας, εξηράνθησαν Άννα, τεκούσης σου Θεού ευδοκία, την τεκούσαν εν ύλη βροτών, την πηγήν της αιωνίου χρηστότητος, Χριστόν τον υπεράγαθον· διό σοι πάντες εκβοώμεν·


Χαίρε, το ρείθρον της ευφροσύνης·
χαίρε, ο λύχνος της σωφροσύνης.
Χαίρε, της απάτης ξηράνασα ρεύματα·
χαίρε, της σοφίας εκχέασα χεύματα.
Χαίρε, φως η διαυγάζουσα εντολών των του Θεού·
χαίρε, νύκτα η σκεδάζουσα των σκανδάλων του εχθρού.
Χαίρε, ότι ιάσαι χαλεπάς ασθενείας·
χαίρε, ότι βλυστάνεις γλυκασμόν αφθαρσίας.
Χαίρε, Θεού ελαία κατάκαρπος·
χαίρε, ηθών αγίων κυπάρισσος.
Χαίρε, σεμνή αγλαόκαρπος ρίζα·
χαίρε, ημών θυμηδίας αιτία.
Χαίροις, Άννα θεόκλητε.

Σώζε πάσης ανάγκης, και μανίας και βλάβης, ταις σαις προς τον Σωτήρα πρεσβείαις, τους πίστει τώ σεπτώ σου ναώ, προσιόντας και αιτούντας εκάστοτε, Άννα την σην αντίληψιν, και ευλαβώς Θεώ βοώντας·

Αλληλούϊα.

Την παρούσαν σου ποίμνην, την θερμώς προσκειμένην, τη ση Θεοπρομήτορ πρεσβεία, σκέπε εκ πάσης επιβουλής, και μανίας του δεινού κοσμοκράτορος, και δίδου ταύτη ένδοξε, την σην ειρήνην εκβοώση·


Χαίρε, το τείχος των ευσεβούντων·
χαίρε, η πτώσις των ανομούντων.
Χαίρε, των εν πόνοις κειμένων η λύτρωσις·
χαίρε, των εν νόσοις τελούντων η ίασις.
Χαίρε, όμμα το παρήγορον τεθλιμμένων καρδιών·
χαίρε, όνομα σωτήριον των εν θλίψεσι ψυχών.
Χαίρε, Θεοπρομήτορ Άννα δεδοξασμένη·
χαίρε, η φαινομένη τοις πιστώς αιτουμένοις.
Χαίρε, Αγίων εν μέσω λάμπουσα·
χαίρε, χαρίτων φέγγος αστράπτουσα.
Χαίρε, Χριστού καθορώσα το κάλλος·
χαίρε, εχθρού εκνευρούσα το κράτος.
Χαίροις, Άννα θεόκλητε.

Ύμνοις σου την αγίαν, μετάστασιν τιμώμεν, δοξάζοντες Χριστόν τον Σωτήρα, τον από γης σε και της φθοράς, προς αφθαρσίαν λαμπρώς μεταστήσαντα, ω πρέσβευε δεόμεθα, Άννα υπέρ των εκβοώντων·

Αλληλούϊα.

Φλέγει η ενοικούσα, και αεί προϊούσα, σεμνή εκ της σεπτής σου Εικόνος, χάρις η όντως ζωοποιός, των ακαθάρτων πνευμάτων τάς φάλαγγας, θεραπείαν και λύτρωσιν, παρέχουσα τοις εκβοώσι·


Χαίρε, πασχόντων η θεραπεία·
χαίρε, της ποίμνης σου προστασία.
Χαίρε, στειρεύουσης νηδύος η λύτρωσις·
χαίρε, αθυμούσης καρδίας η ίασις.
Χαίρε, ότι λύεις πάντοτε ατεκνίας τα δεσμά·
χαίρε, ότι παύεις θλίψεων και στειρώσεως δεινά.
Χαίρε, η χορηγούσα τέκνα τοις ατεκνούσι·
χαίρε, η ενδιδούσα ίαμα τοις νοσούσι.
Χαίρε, πιστών μητέρων το καύχημα·
χαίρε, σεμνών γυναίων το στήριγμα.
Χαίρε, λαού ευσεβούς ευφροσύνη·
χαίρε, ημών μυστική χαρμοσύνη.
Χαίροις, Άννα θεόκλητε.

Χαίρει η καυχωμένη, τη κλήσει σου τη αγία, η Σκήτη η παρούσα θεόφρον, και τη οξεία σου αρωγή, ρυομένη παντοίων περιστάσεων, κηρύττει σου τα θαύματα, Αννα τω Κυρίω βοώσα·

Αλληλούϊα.

Ψάλλοντες εν αινέσει, των σων προτερημάτων, τον πλούτον και την άφθονον χάριν, βοώμεν σοι Άννα εκ ψυχής· μη διαλίπης ημάς εποπτεύουσα, τους πόθω σε γεραίροντας, και εκτενώς σοι εκβοώντας·


Χαίρε, ο πλούτος των πτωχευόντων·
χαίρε, η σκέπη των Μοναζόντων.
Χαίρε, της παρούσης σου Σκήτης προσφύγιον·
χαίρε, Μοναστών αρραγές καταφύγιον.
Χαίρε, Άννα θεοδόξαστε των Δικαίων χαρμονή·
χαίρε, πάντων των τιμώντων σε θερμοτάτη αρωγή.
Χαίρε, η λυτρουμένη ημάς πάσης ανάγκης·
χαίρε, η ενεργούσα ιαμάτων δυνάμεις.
Χαίρε, δι’ ής παθών ιαθήσομαι·
χαίρε, δι’ ής φωτός πληρωθήσομαι.
Χαίρε, χαρά της παρούσης σου Σκήτης·
χαίρε, καμού έφορός τε και ρύστις.
Χαίροις, Άννα θεόκλητε.

Αγία Θεοπρομήτορ Άννα πρέσβευε υπέρ ημών.
Ω Προμήτορ Κυρίου, θεοδόξαστε Άννα, ημών καταφυγή εν ανάγκαις (εκ γ´.)· προσδέχου τας δεήσεις ημών, και αίτει ημίν φώς θείον και έλεος· θερμώς γαρ σοι προστρέχομεν, και τη Τριάδι εκβοώμεν·

Αλληλούϊα.

Κοντάκιον.
Ήχος πλ.δ´. Τη Υπερμάχω.
Τη του Σωτήρος ευκλεεί Προγόνω άσωμεν
τη πεπλησμένη δωρεών του θείου Πνεύματος
κατά χρέος εγκωμίων άσματα θεία·
ως τεκούσα γαρ Παρθένον την Πανάχραντον
αναβλύζει καθ’ εκάστην χάριν άφθονον
τοις κραυγάζουσι· Χαίροις, Άννα θεόκλητε.

Δίστιχον.
Άννα χαριτώνυμε χάριν μοι δίδου
Γερασίμω χαίρε σοι αναβοώντι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου