Σάββατο, 13 Απριλίου 2013

ΠΡΟΣΕΥΧΗ ΣΤΟΝ ΑΓΙΟ ΠΑΡΘΕΝΙΟ ΕΠΙΣΚΟΠΟ ΛΑΜΨΑΚΟΥ ΤΟΝ ΘΑΥΜΑΤΟΥΡΓΟ


 

Ο Άγιος Παρθένιος επίσκοπος Λαμψάκου ο  Θαυματουργός


Προσευχή
 στον Άγιο Παρθένιο Λαμψάκου



Θεοφόρε Ἱεράρχα τοῦ Χριστοῦ, Ἅγιε Παρθένιε, ὁ τῆς Λαμψάκου πανθαύμαστος ποιμήν καί πάσης τῆς Ἐκκλησίας λύχνος φαεινότατος˙
ὁ Ἀποστολικοῖς χαρίσμασι θαυμαστωθείς, καί πλείστους εὐεργετήσας διά τῆς ἐν σοί τοῦ Παρακλήτου χάριτος καί δυνάμεως˙ ὁ νοσοῦντας θεραπεύσας, καί παραλύτους συσφίγξας, καί πάντων τῶν αἰτούντων τάς αἰτήσεις πληρώσας, πρόσδεξαι δεόμεθα, συμπαθέστατε Πάτερ, τήν παροῦσαν ἡμῶν δέησιν, καί πλήρωσον χαρᾶς καί εὐφροσύνης τάς καρδίας ἡμῶν.

ασαι τόν πάσχοντα δοῦλον σου (ὄνομα ἀσθενούς - ἀσθενῶν) τόν προσελθόντα μετά πίστεως τῆ χάριτί σου. Κατάργησον καί ἀνενέργητον ποίησον τῆς ἀντικειμένης τοῦ σκότους δυνάμεως τήν κατ’ αὐτοῦ ὀλέθριον ἐνέργειαν. Ἀνόρθωσον αὐτόν ἀπό κλίνης ὀδυνηρᾶς ἐπελθοῦσης ἀσθενείας καί συνοχῆς, πάσης μαγείας καί γοητείας, καί τερατείας, καί βασκανίας, καί πάσης ἄλλης κακοτρόπου ἐπιβουλῆς καί μανίας διαλύων τάς συστροφάς καί καταργῶν τάς ἐπινοίας καί ἐπηρείας καί μηχανίας, τῆ ἀοράτω ἐπισκιάσει τῆς ὀξείας βοηθείας σου, Πάτερ. Σύ τῶν ἀκαθάρτων πνευμάτων τήν ἰσχύν κατήσχυνας˙ σύ τό χαλεπώτατον πάθος τοῦ καρκίνου ἐθεράπευσας˙ σύ ἐν σημείοις τε καί τέρασι καί ποικίλαις δυνάμεσι παρά Θεοῦ ἐδοξάσθης, δεδοξασμένε καί θαυματουργέ Πάτερ˙ σύ καί νύν ἐπάκουσον τῆς δεήσεως ἡμῶν καί δός τῶ πάσχοντι καί νοσοῦντι ἱκέτη σου τήν κατ’ ἄμφω ὑγείαν, εἰρήνην οὐρανόθεν καί βίον σεμνόν, πορευομένω ἐν ταῖς τρίβοις τοῦ Θείου θελήματος, πάσας τάς ἡμέρας τῆς ζωῆς αὐτοῦ˙ ἵνα διά σοῦ τυχών τοῦ Θείου ἐλέους, δοξάζη τό πανάγιον ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, τῆς μιᾶς Θεότητος καί βασιλείας εἰς τούς αἰῶνας.

μήν.

Η ΠΑΡΑΚΛΗΣΗ ΤΟΥ ΑΓΙΟΥ ΠΑΡΘΕΝΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΛΑΜΨΑΚΟΥ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου