Τετάρτη, 17 Απριλίου 2013

ΜΕΓΑΣ ΚΑΝΩΝ (Ωδές δ'-ε'-στ') ΔΕΥΤΕΡΟ ΜΕΡΟΣ

Ο Άγιος Ανδρέας Κρήτης ο ποιητής του Μ. Κανόνα

 ΩΔΕΣ δ'-ε'-στ' 







ᾨδὴ δ´. Ὁ Εἱρμός.


Ἀκήκοεν ὁ Προφήτης
τὴν ἔλευσίν σου, Κύριε, καὶ ἐφοβήθη,
ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι
καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν·
Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην·
δόξα τῇ δυνάμει σου, Κύριε.



Τὰ ἔργα σου μὴ παρίδῃς·
τὸ πλάσμα σου μὴ παρόψῃ, Δικαιοκρῖτα·
εἰ καὶ μόνος ἥμαρτον ὡς ἄνθρωπος
ὑπὲρ πάντα ἄνθρωπον, Φιλάνθρωπε·
ἀλλ᾿ ἔχεις, ὡς Κύριος πάντων, τὴν ἐξουσίαν
ἀφιέναι ἁμαρτήματα.



Ἐγγίζει, ψυχή, τὸ τέλος,
ἐγγίζει καὶ οὐ φροντίζεις, οὐχ ἑτοιμάζῃ·
ὁ καιρὸς συντέμνει, διανάστηθι·
ἐγγὺς ἐπὶ θύραις ὁ Κριτής ἐστιν·
ὡς ὄναρ, ὡς ἄνθος ὁ χρόνος τοῦ βίου τρέχει·
τί μάτην ταραττόμεθα;



Ἀνάνηψον ὦ ψυχή μου·
τὰς πράξεις σου, ἃς εἰργάσω, ἀναλογίζου
καὶ ταύτας ἐπ᾿ ὄψεσι προσάγαγε
καὶ σταγόνας στάλαξον δακρύων σου·
εἰπὲ παρρησίᾳ τὰς πράξεις, τὰς ἐνθυμήσεις
Χριστῷ καὶ δικαιώθητι.



Οὐ γέγονεν ἐν τῷ βίῳ
ἁμάρτημα, οὐδὲ πρᾶξις, οὐδὲ κακία,
ἣν ἐγώ, Σωτήρ, οὐκ ἐπλημμέλησα
κατὰ νοῦν καὶ λόγον καὶ προαίρεσιν,
καὶ θέσει καὶ γνώμῃ καὶ πράξει ἐξαμαρτήσας,
ὡς ἄλλος οὐδεὶς πώποτε.



Ἐντεῦθεν καὶ κατεκρίθην,
ἐντεῦθεν κατεδικάσθην ἐγὼ ὁ τάλας
ὑπὸ τῆς οἰκείας συνειδήσεως,
ἧς οὐδὲν ἐν κόσμῳ βιαιότερον.
Κριτά, λυτρωτά μου καὶ γνῶστα, φεῖσαι καὶ ρῦσαι
καὶ σῶσόν με τὸν δοῦλόν σου.



Ἡ κλῖμαξ, ἣν εἶδε πάλαι
ὁ μέγας ἐν Πατριάρχαις, δεῖγμα, ψυχή μου,
πρακτικῆς ὑπάρχει ἐπιβάσεως,
γνωστικῆς τυγχάνει ἀναβάσεως·
εἰ θέλεις οὖν πράξει, καὶ γνώσει καὶ θεωρίᾳ
βιοῦν, ἀνακαινίσθητι.



Τὸν καύσωνα τῆς ἡμέρας
ὑπέμεινε δι᾿ ἔνδειαν ὁ Πατριάρχης,
καὶ τὸν παγετὸν τῆς νυκτὸς ἤνεγκε,
καθ᾿ ἡμέραν κλέμματα ποιούμενος,
ποιμαίνων, πυκτεύων, δουλεύων, ἵνα τὰς δύω
γυναῖκας εἰσαγάγηται.



Γυναῖκάς μοι δύω νόει,
τὴν πρᾶξίν τε καὶ τὴν γνῶσιν ἐν θεωρίᾳ·
τὴν μὲν Λείαν πρᾶξιν ὡς πολύτεκνον·
τὴν Ραχὴλ δὲ γνῶσιν ὡς πολύπονον·
καὶ γὰρ ἄνευ πόνων οὐ πρᾶξις, οὐ θεωρία,
ψυχή, κατορθωθήσεται.



Γρηγόρησον, ὦ ψυχή μου,
ἀρίστευσον ὡς ὁ μέγας ἐν Πατριάρχαις,
ἵνα κτήσῃ πρᾶξιν μετὰ γνώσεως,
ἵνα χρηματίσῃς νοῦς ὁρῶν τὸν Θεόν,
καὶ φθάσῃς τὸν ἄδυτον γνόφον ἐν θεωρίᾳ,
καὶ γένῃ μεγαλέμπορος.



Τοὺς δώδεκα Πατριάρχας
ὁ μέγας ἐν Πατριάρχαις παιδοποιήσας,
μυστικῶς ἐστήριξέ σοι κλίμακα
πρακτικῆς, ψυχή μου, ἀναβάσεως,
τοὺς παῖδας ὡς βάθρα, τὰς βάσεις ὡς ἀναβάσεις
πανσόφως ὑποθέμενος.



Ἠσαῦ τὸν μεμισημένον
ζηλοῦσα, ψυχή, ἀπέδου τῷ πτερνιστῇ σου
τὰ τοῦ πρώτου κάλλους πρωτοτόκια,
καὶ τῆς πατρικῆς εὐχῆς ἐξέπεσας,
καὶ δὶς ἐπτερνίσθης, ἀθλία, πράξει καὶ γνώσει·
διὸ νῦν μετανόησον.



Ἐδὼμ ὁ Ἠσαῦ ἐκλήθη
δι᾿ ἄκραν θηλυμανίας ἐπιμιξίαν·
ἀκρασίᾳ γὰρ ἀεὶ πυρούμενος
καὶ ταῖς ἡδοναῖς κατασπιλούμενος,
Ἐδὼμ ὠνομάσθη, ὃ λέγεται θερμασία
ψυχῆς φιλαμαρτήμονος.



Ἰὼβ τὸν ἐπὶ κοπρίας
ἀκούσασα, ὦ ψυχή μου, δικαιωθέντα,
τὴν αὐτοῦ ἀνδρείαν οὐκ ἐζήλωσας,
τὸ στερρὸν οὐκ ἔσχες τῆς προθέσεως
ἐν πᾶσιν, οἷς ἔγνως, οἷς οἶδας, οἷς ἐπειράσθης,
ἀλλ᾿ ὤφθης ἀκαρτέρητος.



Ὁ πρότερον ἐπὶ θρόνου
γυμνὸς νῦν ἐπὶ κοπρίας καθηλκωμένος·
ὁ πολὺς ἐν τέκνοις καὶ περίβλεπτος,
ἄπαις καὶ φερέοικος αἰφνίδιον·
παλάτιον γὰρ τὴν κοπρίαν, καὶ μαργαρίτας
τὰ ἕλκη ἐλογίζετο.



Βασίλειον τὴν ἀξίαν,
διάδημα καὶ πορφύραν ἠμφιεσμένος,
πολυκτήμων ἄνθρωπος καὶ δίκαιος,
πλούτῳ ἐπιβρίθων καὶ βοσκήμασιν
ἐξαίφνης τὸν πλοῦτον, τὴν δόξαν, τὴν βασιλείαν
πτωχεύσας ἀπεκείρατο.



Εἰ δίκαιος ἦν ἐκεῖνος
καὶ ἄμεμπτος παρὰ πάντας, καὶ οὐκ ἀπέδρα
τὰ τοῦ πλάνου ἔνεδρα καὶ σκάμματα·
σὺ φιλαμαρτήμων οὖσα, τάλαινα
ψυχή, τί ποιήσεις, ἐάν τι τῶν ἀδοκήτων
συμβῇ ἐπενεχθῆναί σοι;



Τὸ σῶμα κατερρυπώθην,
τὸ πνεῦμα κατεσπιλώθην, ὅλος ἡλκώθην·
ἀλλ᾿ ὡς ἰατρός, Χριστέ, ἀμφότερα
διὰ μετανοίας μοι θεράπευσον,
ἀπόλουσον, κάθαρον, πλῦνον· δεῖξον χιόνος,
Σωτήρ μου, καθαρώτερον.



Τὸ Σῶμά σου καὶ τὸ Αἷμα
σταυρούμενος ὑπὲρ πάντων ἔθηκας, Λόγε·
τὸ μὲν Σῶμα, ἵνα ἀναπλάσῃς με,
τὸ δὲ Αἷμα, ἵνα ἀποπλύνῃς με·
τὸ πνεῦμα παρέδωκας, ἵνα ἐμὲ προσάξῃς,
Χριστέ, τῷ σῷ Γεννήτορι.



Εἰργάσω τὴν σωτηρίαν
ἐν μέσῳ τῆς γῆς, ὁ Κτίστης, ἵνα σωθῶμεν·
ἑκουσίως ξύλῳ ἀνεσταύρωσαι·
ἡ Ἐδὲμ κλεισθεῖσα ἀνεῴγνυτο·
τὰ ἄνω, τὰ κάτω, ἡ κτίσις, τὰ ἔθνη πάντα
σωθέντα προσκυνοῦσί σε.



Γενέσθω μοι κολυμβήθρα
τὸ Αἷμα τὸ ἐκ πλευρᾶς σου,
ἅμα καὶ πόμα, τὸ πηγάσαν ὕδωρ τῆς ἀφέσεως,
ἵνα ἑκατέρωθεν καθαίρωμαι,
χριόμενος, πίνων, ὡς χρῖσμα καὶ πόμα, Λόγε,
τὰ ζωηρά σου λόγια.



Γυμνός εἰμι τοῦ Νυμφῶνος,
γυμνός εἰμι καὶ τοῦ γάμου, ἅμα καὶ δείπνου·
ἡ λαμπὰς ἐσβέσθη ὡς ἀνέλαιος·
ἡ παστὰς ἐκλείσθη μοι καθεύδοντι·
τὸ δεῖπνον ἐβρώθη· ἐγὼ δὲ χεῖρας καὶ πόδας
δεθεὶς ἔξω ἀπέρριμμαι.



Κρατῆρα ἡ Ἐκκλησία
ἐκτήσατο τὴν Πλευράν σου τὴν ζωηφόρον,
ἐξ ἧς ὁ διπλοῦς ἡμῖν ἐξέβλυσε
κρουνὸς τῆς ἀφέσεως καὶ γνώσεως,
εἰς τύπον τῆς πάλαι, τῆς νέας, τῶν δύω ἅμα
Διαθηκῶν, Σωτὴρ ἡμῶν.



Ὁ χρόνος ὁ τῆς ζωῆς μου
ὀλίγος καὶ πλήρης πόνων καὶ πονηρίας·
ἀλλ᾿ ἐν μετανοίᾳ με παράλαβε
καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι·
μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου·
Σωτήρ, αὐτός με οἴκτειρον.



Ὑψήγορος νῦν ὑπάρχω,
θρασὺς δὲ καὶ τὴν καρδίαν εἰκῇ καὶ μάτην·
μὴ τῷ Φαρισαίῳ συγκαταδικάσῃς με,
μᾶλλον τοῦ Τελώνου τὴν ταπείνωσιν
παράσχου μοι, μόνε Οἰκτίρμον, δικαιοκρῖτα,
καὶ τούτῳ συναρίθμησον.



Ἐξήμαρτον ἐνυβρίσας
τὸ σκεῦος τὸ τῆς σαρκός μου, οἶδα, Οἰκτίρμον·
ἀλλ᾿ ἐν μετανοίᾳ με παράλαβε
καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι·
μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου·
Σωτήρ, αὐτός με οἴκτειρον.



Αὐτείδωλον ἐγενόμην,
τοῖς πάθεσι τὴν ψυχήν μου βλάπτων, Οἰκτίρμον·
ἀλλ᾿ ἐν μετανοίᾳ με παράλαβε,
καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι·
μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου·
Σωτήρ, αὐτός με οἴκτειρον.



Οὐκ ἤκουσα τῆς φωνῆς σου,
παρήκουσα τῆς γραφῆς σου, τοῦ Νομοθέτου·
ἀλλ᾿ ἐν μετανοίᾳ με παράλαβε,
καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι·
μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου·
Σωτήρ, αὐτός με οἴκτειρον.


Δόξα.


Ἀμέριστον τῇ οὐσίᾳ,
ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε
τὴν Τριαδικὴν μίαν Θεότητα,
ὡς ὁμοβασίλειον καὶ σύνθρονον·
βοῶ σοι τὸ ᾎσμα τὸ μέγα, τὸ ἐν ὑψίστοις
τρισσῶς ὑμνολογούμενον.


Καὶ νῦν. Θεοτοκίον.


Καὶ τίκτεις, καὶ παρθενεύεις,
καὶ μένεις δι᾿ ἀμφοτέρων φύσει Παρθένος·
ὁ τεχθεὶς καινίζει νόμους φύσεως,
ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα.
Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις·
ποιεῖ γὰρ ὅσα βούλεται.



ᾨδὴ ε´. Ὁ Εἱρμός.


Ἐκ νυκτὸς ὀρθρίζοντα, Φιλάνθρωπε,
φώτισον, δέομαι,
καὶ ὁδήγησον κἀμέ,
ἐν τοῖς προστάγμασί σου·
καὶ δίδαξόν με, Σωτήρ,
ποιεῖν τὸ θέλημά σου.



Ἐν νυκτὶ τὸν βίον μου διῆλθον ἀεί·
σκότος γὰρ γέγονε
καὶ βαθεῖά μοι ἀχλὺς
ἡ νὺξ τῆς ἁμαρτίας·
ἀλλ᾿ ὡς ἡμέρας υἱόν,
Σωτήρ, ἀνάδειξόν με.



Τὸν Ρουβὶμ μιμούμενος ὁ τάλας ἐγὼ
ἔπραξα ἄθεσμον
καὶ παράνομον βουλὴν
κατὰ Θεοῦ Ὑψίστου,
μιάνας κοίτην ἐμὴν
ὡς τοῦ πατρὸς ἐκεῖνος.



Ἐξομολογοῦμαί σοι, Χριστὲ Βασιλεῦ·
Ἥμαρτον, ἥμαρτον,
ὡς οἱ πρὶν τοῦ Ἰωσὴφ
ἀδελφοὶ πεπρακότες
τὸν τῆς ἁγνείας καρπὸν
καὶ τὸν τῆς σωφροσύνης.



Ὑπὸ τῶν συγγόνων ἡ δικαία ψυχὴ
δέδοτο· πέπρατο
εἰς δουλείαν ὁ γλυκύς,
εἰς τύπον τοῦ Κυρίου·
αὐτὴ δὲ ὅλη, ψυχή,
ἐπράθης τοῖς κακοῖς σου.



Ἰωσὴφ τὸν δίκαιον, καὶ σώφρονα νοῦν
μίμησαι, τάλαινα
καὶ ἀδόκιμε ψυχή,
καὶ μὴ ἀκολασταίνου
ταῖς παραλόγοις ὁρμαῖς
ἀεὶ παρανομοῦσα.



Εἰ καὶ λάκκῳ ᾤκησέ ποτε Ἰωσήφ,
Δέσποτα Κύριε,
ἀλλ᾿ εἰς τύπον τῆς Ταφῆς
καὶ τῆς Ἐγέρσεώς σου·
ἐγὼ δὲ τί σοί ποτε
τοιοῦτο προσενέγκω;



Τοῦ Μωσέως ἤκουσας τὴν θίβην, ψυχή,
ὕδασι, κύμασι
φερομένην ποταμοῦ,
ὡς ἐν θαλάμῳ πάλαι,
φυγοῦσαν δρᾶμα πικρὸν
βουλῆς Φαραωνίτου.



Εἰ τὰς μαίας ἤκουσας κτεινούσας ποτὲ
ἄνηβον, τάλαινα,
τὴν ἀρρενωπόν, ψυχή,
τῆς σωφροσύνης πρᾶξιν·
νῦν ὡς ὁ μέγας Μωσῆς
τιθηνοῦ τὴν σοφίαν.



Ὡς Μωσῆς ὁ μέγας τὸν Αἰγύπτιον νοῦν
πλήξασα, τάλαινα,
οὐκ ἀπέκτεινας, ψυχή·
καὶ πῶς οἰκήσεις, λέγε,
τὴν ἔρημον τῶν παθῶν
διὰ τῆς μετανοίας;



Τὰς ἐρήμους ᾤκησεν ὁ μέγας Μωσῆς·
δεῦρο δὴ μίμησαι
τὴν αὐτοῦ διαγωγήν,
ἵνα καὶ τῆς ἐν βάτῳ
θεοφανείας, ψυχή,
ἐν θεωρίᾳ γένῃ.



Τὴν Μωσέως ράβδον εἰκονίζου, ψυχή,
πλήττουσαν θάλασσαν
καὶ πηγνύουσαν βυθὸν
τύπῳ Σταυροῦ τοῦ θείου,
δι᾿ οὗ δυνήσῃ καὶ σὺ
μεγάλα ἐκτελέσαι.



Ἀαρὼν προσέφερε τὸ πῦρ τῷ Θεῷ
ἄμωμον, ἄδολον·
ἀλλ᾿ Ὀφνεὶ καὶ Φινεὲς
ὡς σύ, ψυχή, προσῆγον
ἀλλότριον τῷ Θεῷ,
ρερυπωμένον βίον.



Ὡς βαρὺς τῇ γνώμῃ Φαραὼ τῷ πικρῷ
γέγονα, Δέσποτα,
Ἰαννὴς καὶ Ἰαμβρής,
τὴν ψυχὴν καὶ τὸ σῶμα,
καὶ ὑποβρύχιον νοῦν·
ἀλλὰ βοήθησόν μοι.



Τῷ πηλῷ συμπέφυρμαι ὁ τάλας τὸν νοῦν·
πλῦνόν με, Δέσποτα,
τῷ λουτῆρι τῶν ἐμῶν
δακρύων, δέομαί σου,
τὴν τῆς σαρκός μου στολὴν
λευκάνας ὡς χιόνα.



Ἐὰν ἐρευνήσω μου τὰ ἔργα, Σωτήρ,
ἅπαντα ἄνθρωπον
ὑπερβάντα ἐμαυτὸν
ὁρῶ ταῖς ἁμαρτίαις,
ὅτι ἐν γνώσει φρενῶν
ἥμαρτον, οὐκ ἀγνοίᾳ.



Φεῖσαι, φεῖσαι, Κύριε, τοῦ πλάσματός σου·
ἥμαρτον, ἄνες μοι,
ὁ τῇ φύσει καθαρὸς
αὐτὸς ὑπάρχεις μόνος,
καὶ ἄλλος πλήν σου οὐδεὶς
ὑπάρχει ἔξω ρύπου.



Δι᾿ ἐμέ, Θεὸς ὤν, ἐμορφώθης ἐμέ·
ἔδειξας θαύματα
ἰασάμενος λεπροὺς
καὶ παραλύτους σφίγξας,
Αἱμόρρου στήσας, Σωτήρ,
ἁφῇ κρασπέδου ρῦσιν.



Τὴν Αἱμόρρουν μίμησαι, ἀθλία ψυχή·
πρόσδραμε, κράτησον
τοῦ κρασπέδου τοῦ Χριστοῦ,
ἵνα ρυσθῇς μαστίγων,
ἀκούσῃς δὲ παρ᾿ αὐτοῦ·
Ἡ πίστις σου σέσωκέ σε.



Τὴν χαμαὶ συγκύπτουσαν μιμοῦ, ὦ ψυχή·
πρόσελθε, πρόσπεσον
τοῖς ποσὶ τοῦ Ἰησοῦ,
ἵνα σε ἀνορθώσῃ,
καὶ βηματίσεις ὀρθῶς,
τὰς τρίβους τοῦ Κυρίου.



Εἰ καὶ φρέαρ, Δέσποτα, ὑπάρχεις βαθύ,
βλῦσόν μοι νάματα
ἐξ ἀχράντων σου φλεβῶν,
ἵν᾿ ὡς ἡ Σαμαρεῖτις,
μηκέτι πίνων διψῶ·
ζωῆς γὰρ ρεῖθρα βλύζεις.



Σιλωὰμ γενέσθω μοι τὰ δάκρυά μου,
Δέσποτα Κύριε,
ἵνα νίψωμαι κἀγὼ
τὰς κόρας τῆς ψυχῆς μου
καὶ ἴδω σε νοερῶς
τὸ φῶς τὸ πρὸ αἰώνων.



Δόξα.



Σέ, Τριάς, δοξάζομεν, τὸν ἕνα Θεόν·
Ἅγιος, Ἅγιος,
Ἅγιος εἶ, ὁ Πατήρ,
ὁ Υἱὸς καὶ τὸ Πνεῦμα·
ἁπλῆ οὐσία, Μονὰς
ἀεὶ προσκυνουμένη.



Καὶ νῦν. Θεοτοκίον.


Ἐκ σοῦ ἠμφιάσατο τὸ φύραμά μου,
ἄφθορε, ἄνανδρε
Μητροπάρθενε, Θεὸς
ὁ κτίσας τοὺς αἰῶνας,
καὶ ἥνωσεν ἑαυτῷ
τὴν τῶν ἀνθρώπων φύσιν.



ᾨδὴ ς´. Ὁ Εἱρμός.



Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου
πρὸς τὸν οἰκτίρμονα Θεόν,
καὶ ἐπήκουσέ μου
ἐξ ᾍδου κατωτάτου,
καὶ ἀνήγαγεν
ἐκ φθορᾶς τὴν ζωήν μου.



Τὰ δάκρυα, Σωτήρ, τῶν ὀμμάτων μου
καὶ τοὺς ἐκ βάθους στεναγμοὺς
καθαρῶς προσφέρω,
βοώσης τῆς καρδίας·
Ὁ Θεὸς ἡμάρτηκά σοι,
ἱλάσθητί μοι.



Ἐξένευσας, ψυχή, τοῦ Κυρίου σου,
ὥσπερ Δαθὰν καὶ Ἀβειρών·
ἀλλὰ φεῖσαι κράξον
ἐξ ὅλης τῆς καρδίας,
ἵνα μὴ τὸ χάσμα
τῆς γῆς σε συγκαλύψῃ.



Ὡς δάμαλις, ψυχή, παροιστρήσασα,
ἐξωμοιώθης τῷ Ἐφραίμ·
ὡς δορκὰς ἐκ βρόχων,
ἀνάσωσον τὸν βίον,
πτερωθεῖσα πράξει
καὶ νῷ καὶ θεωρίᾳ.



Ἡ χεὶρ ἡμᾶς Μωσέως πιστώσεται,
ψυχή, πῶς δύναται Θεὸς
λεπρωθέντα βίον
λευκάναι καὶ καθάραι·
καὶ μὴ ἀπογνῷς
σεαυτὴν κἂν ἐλεπρώθης.



Τὰ κύματα, Σωτήρ, τῶν πταισμάτων μου,
ὡς ἐν θαλάσσῃ Ἐρυθρᾷ
ἐπαναστραφέντα
ἐκάλυψέ με ἄφνω,
ὡς τοὺς Αἰγυπτίους
ποτὲ καὶ τοὺς τριστάτας.



Ἀγνώμονα, ψυχὴ τὴν προαίρεσιν
ἔσχες ὡς πρὶν ὁ Ἰσραήλ·
τοῦ γὰρ θείου μάννα
προέκρινας ἀλόγως
τὴν φιλήδονον
τῶν παθῶν ἀδηφαγίαν.



Τὰ ὕεια κρέα καὶ τοὺς λέβητας
καὶ τὴν Αἰγύπτιον τροφὴν
τῆς ἐπουρανίου
προέκρινας, ψυχή μου,
ὡς ὁ πρὶν ἀγνώμων
λαὸς ἐν τῇ ἐρήμῳ.



Τὰ φρέατα, ψυχή, προετίμησας
τῶν Χαναναίων ἐννοιῶν
τῆς φλεβὸς τῆς πέτρας·
ἐξ ἧς ὁ τῆς σοφίας
ποταμὸς προχέει
κρουνοὺς θεολογίας.



Ὡς ἔπληξε Μωσῆς ὁ θεράπων σου
ράβδῳ τὴν πέτραν, τυπικῶς
τὴν ζωοποιόν σου
Πλευρὰν προδιετύπου,
ἐξ ἧς πάντες πόμα
ζωῆς, Σωτήρ, ἀντλοῦμεν.



Ἐρεύνησον, ψυχή, κατασκόπευσον,
ὡς Ἰησοῦς ὁ τοῦ Ναυῆ,
τῆς κληροδοσίας
τὴν γῆν, ὁποία ἐστί,
καὶ κατοίκησον
ἐν αὐτῇ δι᾿ εὐνομίας.



Ἀνάστηθι καὶ καταπολέμησον,
ὡς Ἰησοῦς τὸν Ἀμαλήκ,
τῆς σαρκὸς τὰ πάθη,
καὶ τοὺς Γαβαωνίτας,
τοὺς ἀπατηλοὺς
λογισμοὺς ἀεὶ νικῶσα.



Διάβηθι, τοῦ χρόνου τὴν ρέουσαν
φύσιν, ὡς πρὶν ἡ Κιβωτός,
καὶ τῆς γῆς ἐκείνης
γενοῦ ἐν κατασχέσει
τῆς ἐπαγγελίας,
ψυχή· Θεὸς κελεύει.



Ὡς ἔσωσας τὸν Πέτρον βοήσαντα,
σῶσον προφθάσας με, Σωτήρ·
τοῦ θηρός με ρῦσαι
ἐκτείνας σου τὴν χεῖρα,
καὶ ἀνάγαγε
τοῦ βυθοῦ τῆς ἁμαρτίας.



Λιμένα σε γινώσκω γαλήνιον,
Δέσποτα, Δέσποτα Χριστέ·
ἀλλ᾿ ἐκ τῶν ἀδύτων
βυθῶν τῆς ἁμαρτίας
καὶ τῆς ἀπογνώσεώς με
προφθάσας ρῦσαι.



Ἐγώ εἰμι, Σωτήρ, ἣν ἀπώλεσας
πάλαι βασίλειον δραχμήν·
ἀλλ᾿ ἀνάψας λύχνον
τὸν Πρόδρομόν σου, Λόγε,
ἀναζήτησον
καὶ εὑρὲ τὴν σὴν εἰκόνα.



Δόξα.



Τριάς εἰμι ἁπλῆ, ἀδιαίρετος,
διαιρετὴ προσωπικῶς,
καὶ Μονὰς ὑπάρχω
τῇ φύσει ἡνωμένη,
ὁ Πατήρ, φησίν,
ὁ Υἱὸς καὶ θεῖον Πνεῦμα.



Καὶ νῦν. Θεοτοκίον.



Ἡ μήτρα σου Θεὸν ἡμῖν ἔτεκε
μεμορφωμένον καθ᾿ ἡμᾶς·
ὃν ὡς Κτίστην πάντων
δυσώπει, Θεοτόκε,
ἵνα ταῖς πρεσβείαις
ταῖς σαῖς δικαιωθῶμεν.




·

ἔδειξας θαύματα
ἰασάμενος λεπροὺς
καὶ παραλύτους σφίγξας,
Αἱμόρρου στήσας, Σωτήρ,
ἁφῇ κρασπέδου ρῦσιν.




Τὴν Αἱμόρρουν μίμησαι, ἀθλία ψυχή·
πρόσδραμε, κράτησον
τοῦ κρασπέδου τοῦ Χριστοῦ,
ἵνα ρυσθῇς μαστίγων,
ἀκούσῃς δὲ παρ᾿ αὐτοῦ·
Ἡ πίστις σου σέσωκέ σε.



Τὴν χαμαὶ συγκύπτουσαν μιμοῦ, ὦ ψυχή·
πρόσελθε, πρόσπεσον
τοῖς ποσὶ τοῦ Ἰησοῦ,
ἵνα σε ἀνορθώσῃ,
καὶ βηματίσεις ὀρθῶς,
τὰς τρίβους τοῦ Κυρίου.



Εἰ καὶ φρέαρ, Δέσποτα, ὑπάρχεις βαθύ,
βλῦσόν μοι νάματα
ἐξ ἀχράντων σου φλεβῶν,
ἵν᾿ ὡς ἡ Σαμαρεῖτις,
μηκέτι πίνων διψῶ·
ζωῆς γὰρ ρεῖθρα βλύζεις.



Σιλωὰμ γενέσθω μοι τὰ δάκρυά μου,
Δέσποτα Κύριε,
ἵνα νίψωμαι κἀγὼ
τὰς κόρας τῆς ψυχῆς μου
καὶ ἴδω σε νοερῶς
τὸ φῶς τὸ πρὸ αἰώνων.



Δόξα.



Σέ, Τριάς, δοξάζομεν, τὸν ἕνα Θεόν·
Ἅγιος, Ἅγιος,
Ἅγιος εἶ, ὁ Πατήρ,
ὁ Υἱὸς καὶ τὸ Πνεῦμα·
ἁπλῆ οὐσία, Μονὰς
ἀεὶ προσκυνουμένη.



Καὶ νῦν. Θεοτοκίον.


Ἐκ σοῦ ἠμφιάσατο τὸ φύραμά μου,
ἄφθορε, ἄνανδρε
Μητροπάρθενε, Θεὸς
ὁ κτίσας τοὺς αἰῶνας,
καὶ ἥνωσεν ἑαυτῷ
τὴν τῶν ἀνθρώπων φύσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου