Τετάρτη, 17 Απριλίου 2013

ΜΕΓΑΣ ΚΑΝΩΝ (Κοντάκιον-Μακαρισμοί) ΤΡΙΤΟ ΜΕΡΟΣ


Ο Αγιος Ανδρέας Κρήτης 




Κοντάκιον αὐτόμελον. Ἦχος πλ. β´.


Ψυχή μου, ψυχή μου,
ἀνάστα, τί καθεύδεις;
τὸ τέλος ἐγγίζει
καὶ μέλλεις θορυβεῖσθαι·
ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός,
ὁ πανταχοῦ παρὼν
καὶ τὰ πάντα πληρῶν



ΜΑΚΑΡΙΣΜΟΙ Ἦχος πλ. β´.



Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε,
ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.




Λῃστὴν τοῦ Παραδείσου, Χριστέ, πολίτην,
ἐπὶ Σταυροῦ σοι βοήσαντα
τὸ Μνήσθητί μου, προαπειργάσω·
αὐτοῦ τῆς μετανοίας
ἀξίωσον κἀμὲ τὸν ἀνάξιον.



Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι,
ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν Οὐρανῶν.



Τὸν Μανωὲ ἀκούεις πάλαι, ψυχή μου,
Θεοῦ ἐν φαντασίᾳ γενόμενον,
καὶ τὸν ἐκ στείρας τότε λαβόντα
καρπὸν ἐπαγγελίας·
αὐτοῦ τὸ εὐσεβὲς μιμησώμεθα.



Μακάριοι οἱ πενθοῦντες,
ὅτι αὐτοὶ παρακληθήσονται.



Τὴν τοῦ Σαμψὼν ζηλώσασα ρᾳθυμίαν,
τὴν δόξαν ἀπεκείρω τῶν ἔργων σου,
ψυχή, προδοῦσα τοῖς ἀλλοφύλοις
διὰ φιληδονίας
τὴν σώφρονα ζωὴν καὶ μακάριον.



Μακάριοι οἱ πραεῖς,
ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.



Ὁ πρὶν ἐν σιαγόνι ὄνου νικήσας
τοὺς ἀλλοφύλους, νῦν παρανάλωμα
τῆς ἐμπαθοῦς λαγνείας εὑρέθη·
ἀλλ᾿ ἔκφυγε, ψυχή μου,
τὴν μίμησιν, τὴν πρᾶξιν, τὴν χαύνωσιν.



Μακάριοι οἱ πεινῶντες
καὶ διψῶντες τὴν δικαιοσύνην,
ὅτι αὐτοὶ χορτασθήσονται.



Βαρὰκ καὶ Ἰεφθάε οἱ στρατιάρχαι
κριταὶ τοῦ Ἰσραὴλ προεκρίθησαν,
μεθ᾿ ὧν Δεββώρα ἡ ἀρρενόφρων·
αὐτῶν ταῖς ἀριστείαις,
ψυχή, ἀρρενωθεῖσα κρατύνθητι.



Μακάριοι οἱ ἐλεήμονες,
ὅτι αὐτοὶ ἐλεηθήσονται.



Τὴν Ἰαὴλ ἀνδρείαν ἔγνως, ψυχή μου,
τὴν τὸν Σισάρα πρὶν σκολοπίσασαν
καὶ σωτηρίαν ἐργασαμένην·
τὸν πάσσαλον ἀκούεις,
δι᾿ οὗ σοι ὁ Σταυρὸς εἰκονίζεται.



Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ,
ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.



Θῦσον, ψυχή, θυσίαν ἐπαινουμένην·
πρᾶξιν ὡς θυγατέρα προσάγαγε
τῆς Ἰεφθάε καθαρωτέραν,
καὶ σφάξον ὥσπερ θῦμα
τὰ πάθη τῆς σαρκὸς τῷ Κυρίῳ σου.



Μακάριοι οἱ εἰρηνοποιοί,
ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.



Τοῦ Γεδεὼν τὸν πόκον νόει, ψυχή μου·
ἐξ οὐρανοῦ τὴν δρόσον ὑπόδεξαι
καὶ κῦψον ὥσπερ κύων καὶ πίε
τὸ νᾶμα τὸ ἐκ νόμου,
ρυὲν τῇ ἀποθλίψει τοῦ γράμματος.



Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης,
ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.



Ἠλεὶ τοῦ Ἱερέως τὴν καταδίκην,
ψυχή μου ἐπεσπάσω δι᾿ ἔνδειαν
φρενῶν, ἀνασχομένη τὰ πάθη
ἐν σοί, ὥσπερ ἐκεῖνος
τὰ τέκνα, ἐνεργεῖν τὰ παράνομα.



Μακάριοι ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι
καὶ εἴπωσι πᾶν πονηρὸν ρῆμα καθ᾿ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.



Ἐν τοῖς κριταῖς Λευίτης δι᾿ ἐμμελείας
τὴν ἑαυτοῦ γυναῖκα ταῖς δώδεκα
φυλαῖς διεῖλε, ψυχή μου,
ἵνα τὸ μῦσος θριαμβεύσῃ
τὸ ἐκ Βενιαμὶν τὸ παράνομον.



Χαίρετε καὶ ἀγαλλιᾶσθε,
ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς Οὐρανοῖς.



Ἡ φιλοσώφρων Ἄννα προσευχομένη
τὰ χείλη μὲν ἐκίνει πρὸς αἴνεσιν,
φωνὴ δὲ ταύτης οὐκ ἐξηχεῖτο·
ἀλλ᾿ ὅμως στεῖρα οὖσα
υἱὸν τῆς προσευχῆς τίκτει ἄξιον.



Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.



Ἐν τοῖς κριταῖς ὁ Ἄννης ἐκρίθη γόνος,
ὁ μέγας Σαμουήλ, ὃν ἐθρέψατο
ἡ Ἀρμαθὲμ ἐν οἴκῳ Κυρίου·
αὐτὸν ζήλου, ψυχή μου,
καὶ κρῖναι πρὸς τῶν ἄλλων τὰ ἔργα σου.



Μνήσθητι ἡμῶν, Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.



Δαυῒδ εἰς Βασιλέα ἐκλελεγμένος
βασιλικῶς ἐχρίσθη τῷ κέρατι
τοῦ θείου μύρου· σὺ οὖν, ψυχή μου,
τὴν ἄνω βασιλείαν εἰ θέλεις,
μύρῳ χρίσαι τοῖς δάκρυσιν.



Μνήσθητι ἡμῶν, Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.



Ἐλέησον τὸ πλάσμα σου, Ἐλεῆμον·
οἴκτειρον τῶν χειρῶν σου τὸ ποίημα
καὶ φεῖσαι πάντων ἡμαρτηκότων,
κἀμοῦ τοῦ ὑπὲρ πάντας
τοῖς σοῖς ὑπεριδόντος προστάγμασι.



Δόξα.



Ἀνάρχῳ καὶ γεννήσει τε καὶ προόδῳ,
Πατέρα προσκυνῶ τὸν γεννήσαντα,
Υἱὸν δοξάζω τὸν γεννηθέντα,
ὑμνῶ τὸ συνεκλάμπον
Πατρί τε καὶ Υἱῷ Πνεῦμα Ἅγιον.



Καὶ νῦν. Θεοτοκίον.


Τὸν ὑπὲρ φύσιν τόκον σου προσκυνοῦμεν,
τὴν κατὰ φύσιν δόξαν τοῦ βρέφους σου
μὴ διαιροῦντες Θεογεννῆτορ·
ὁ εἷς γὰρ τῷ προσώπῳ
διττὸς ὁμολογεῖται ταῖς φύσεσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου