Τετάρτη, 4 Σεπτεμβρίου 2013

ΕΥΧΗ ΒΑΣΚΑΝΙΑΣ





Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Δόξα σοί ὁ Θεός ἠμῶν, δόξα σοί.

Βασιλεῦ οὐράνιε, παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν, καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος, καί σῶσον, Ἀγαθέ, τάς ψυχᾶς ἠμῶν.

Δόξα Πατρί, καί Υἱῶ καί ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἠμᾶς, Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψαι καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί, καί Υἱῶ καί ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου, ἔλθετω ἡ βασιλεία σου, γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῶ καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Δί’ εὐχῶν τῶν ἅγιων Πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἠμῶν, ἐλέησον ἠμᾶς. Ἀμήν.
 
 

Καί τά παρόντα τροπάρια, ἦχος πλ. δ'.

Κύριε, ὅπλον κατά τοῦ διαβόλου, τόν Σταυρόν σου ἠμίν δέδωκας, φρίττει γάρ καί τρέμει, μή φέρων καθορᾶν αὐτοῦ τήν δύναμιν. Ὅτι νεκρούς ἀνιστά, καί θάνατον κατήργησε. Διά τοῦτο προσκυνοῦμεν, τήν ταφήν σου καί τήν ἔγερσιν.
Ἅγιοι Ἀνάργυροι καί θαυματουργοί, ἐπισκέψασθε τάς ἀσθενείας ἠμῶν, δωρεάν ἐλάβετε, δωρεάν δότε ἠμίν.
Ἀθλοφόρε ἅγιε καί ἰαματικέ Παντελεήμων, πρέσβευε τῷ ἐλεήμονι Θεῶ, ἴνα πταισμάτων ἄφεσιν, παράσχη ταῖς ψυχαῖς ἠμῶν.
Μέγαν εὔρατο ἐν τοῖς κινδύνοις, σέ ὑπέρμαχον ἡ οἰκουμένη, ἀθλοφόρε τά ἔθνη τροπούμενον. Ὡς οὔν Λυαίου καθεῖλες τήν ἔπαρσιν, ἕν τῷ σταδίω θαρρύνας τόν Νέστορα, οὕτως ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἤμιν τό μέγα ἔλεος.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

  

Και την παρούσαν Ευχήν.

Κύριε ὁ Θεός ἠμῶν, ὁ Βασιλεύς τῶν αἰώνων, ὁ Παντοκράτωρ καί Παντοδύναμος, ὁ ποιῶν πάντα καί μετασκευάζων μόνω τῷ βούλεσθαι, ὁ ἐν τήν ἑπταπλάσιον καμίνον καί τήν φλόγα τήν ἐν Βαβυλώνι εἰς δρόσον μεταβαλων καί τούς ἁγίους σου τρεῖς παίδας σώους διαφύλαξας, ὁ Ἰατρός καί Θεραπευτής τῶν ψυχῶν ἠμῶν, ἡ ἀσφάλεια τῶν εἰς σέ ἐλπιζόντων, σού δεόμεθα καί σέ παρακαλοῦμεν, ἀποστησον, φυγάδευσον καί ἀπέλασον πάσαν διαβολικήν ἐνέργειαν, πάσαν σατανικήν ἕφοδο καί πάσαν ἐπιβουλήν, περιέργειαν τέ πονηρᾶν καί βλάβην καί ὀφθαλμῶν βασκανίαν τῶν κακοποιῶν καί πονηρῶν ἀνθρώπων ἀπό τοῦ δούλου σου ( τοῦδε) καί ἤ ὑπό ὡραιότητος ἤ ἀνδρείας ἤ εὐτυχίας ἤ ζήλου καί φθόνου ἤ βασκανίας συνέβη, αὐτός, φιλάνθρωπε Δέσποτα, ἔκτεινον τήν κραταίαν σου χείρα καί τόν βραχίονά σου τόν ἰσχυρόν καί ὕψιστον καί ἐπισκόπων ἐπισκόπησον τό πλάσμα σου τοῦτο, καί καταπεμψον αὐτῶ ἄγγελον κραταιόν, εἰρηνικόν, ψυχῆς καί σώματος φύλακα, ὅς ἐπιτιμήσει καί ἀπελάσει ἀπ’ αὐτοῦ πάσαν βλάβην, πάσαν πονηρᾶν βουλήν, πάσαν φαρμακείαν καί βασκανίαν τῶν φθονερῶν ἀνθρώπων, καί ὑπό σου ὁ σός ἱκέτης φρουρούμενος μετ’ εὐχαριστίας ψάλλει σοί, Κύριος ἐμοί βοηθός καί οὐ φοβηθήσομαι τί ποιήσει μοί ἄνθρωπος, καί πάλιν οὐ φοβηθήσομαι κακά, ὅτι σύ μετ’ ἐμοῦ εἰ ὅτι σύ εἰ ὁ Θεός, κραταίωμά μου, ἰσχυρός, ἐξουσιαστής, ἀρχῶν εἰρήνης, Πατήρ τοῦ μέλλοντος αἰῶνος. Ναί, Κύριε ὁ Θεός ἠμῶν, φεῖσαι τοῦ πλάσματός σου, καί ρύσαι τόν δοῦλο σου (δείνα) ἀπό πάσης βλάβης, ἀπό πάσης ἐπηρείας καί ἀπό πάσης βασκανίας καί ἀνώτερον αὐτόν καί ἠμᾶς παντός κακοῦ διαφύλαξον, πρεσβείαις τῆς ὑπερευλογημένης ἐνδόξου, Δεσποίνης ἠμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας, τῶν φωτοειδῶν Ἀρχαγγέλων καί πάντων σου τῶν ἁγίων. Ἀμήν.


Δί’ εὐχῶν τῶν ἁγίων Πατέρων ἠμῶν Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἠμῶν, ἐλέησον ἠμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου