Δευτέρα, 25 Νοεμβρίου 2013

Η ΠΑΡΑΚΛΗΣΗ ΣΤΟΝ ΑΓΙΟ ΣΤΥΛΙΑΝΟ


Ο Άγιος Στυλιανός 



Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.



Ὁ Ἀναγνώστης: Ἀμήν.


Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.


Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.




Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.



Ψαλμός ρμβ΄ (142)



Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.



Εἴτα τά παρόντα Τροπάρια.


Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.


Ὡς αὐτουργός τῶν θεοδότων θαυμάτων, καί ἀρωγός τῶν νεογνῶν καί νηπίων, Στυλιανέ Πάτερ ἠμῶν, θεράπον τοῦ Χριστοῦ, εὐτεκνοῦσαν ποίησον, τάς ἀτέκνους μητέρας,καί ἀεί περίθαλπε, τά ἀρτίτοκα βρέφη, σύ γάρ πλούσια χάριν ἐκ Θεοῦ, πρός τοῦτο ἔσχες ἀσκήσας ὡς ἄγγελος.



Θεοτοκίον.



Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.



Ψαλμός ν΄ (50)



Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.


 



Ὠδές τοῦ Κανόνος.


Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας


Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Στειρώσεως πέδας Στυλιανέ, τῶν προσπελαζόντων, τή θερμή σου ἐπισκοπῆ, διαλυσον πάτερ ταῖς εὐχαίς σου, καί τῶν πταισμάτων ἑξαίτει τῆς ἄφεσιν.
Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Ὑφάπλωσον Πάτερ ὡς συμπαθής, τῆς σῆς προμήθειας τάς ἀκτίνας τάς τηλαυγεῖς, καί θάλψον καί σκέπασον ἀΰλως, τά τιθηνούμενα νήπια ὅσιε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ἐκτόπων μολύνσεων καί παθῶν, δυσπραγίας πάσης καί παντοίων ἀσθενειῶν, ἀτρώτους τους παίδας ἠμῶν τήρει, Στυλιανέ, ὥσπερ ἄγαν φιλοστρογος.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Ἰσχύς μου καί ὕμνησις καί ζωή, χαρά καί φαιδρότης, ὁδηγία καί ἀρωγή, σύ εἰ θεοχώρητε Παρθένε, διό ἀεί μέ περίεπε Ἄχραντε.


 


Ὠδή γ΄. Σύ εἰ τό στερέωμα



Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Σύ εἰ βοήθεια, Στυλιανέ καί περίθαλψις, καί ἰατρός, τῶν νεογεννήτων. Ὅθεν ταῦτα διάσωζε.

Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Τίς σου τά θαυμάσια, ἑξαριθμήσεται Ὅσιε; Σύ γάρ ἠμᾶς, νόσων καί κίνδυνων, ἐκλυτροῦσαι ἑκάστοτε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ὕδατι καταρδευσον, τῆς νοητῆς εὐλογίας σου, τά νεογνά, τῶν παρακαλούντων, θεοφόρε τήν χάριν σου.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. 


Λάμψον μοί, πᾶν ἄμωμε, φῶς μετανοίας γλυκύτατον, τῷ ἐν νυκτί, παθῶν ἀκαθάρτων, πανωδυνως προσκόπτοντι.


Διασωσον Στυλιανέ θεοφόρε, τούς σούς οἰκέτας, ἀπό πάσης ἐπιφορᾶς καί κακώσεως, καί τά ἀρτίτοκα βρέφη ἀεί εὐλόγει.

Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐ πῖ τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.



Αἴτησις καί τό κάθισμα. Ἦχος β΄. Πρεσβεία θέρμη

Πολλῶν δωρεῶν, δοτήρ ἀφθονοπάροχος, τή θεία ροπή Στυλιανέ δεικνύμενος, τροφεύς νηπίων ἄριστος καί λαμπρός κηδεμών πεφανέρωσαι, τρέφων καί αὔξων αὐτά μυστικῶς,ἄφθονου χρηστότητος τῷ γάλακτι.

 
 


Ὠδή δ΄. Εἰσακήκοα Κύριε



Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Ἰλαρῶ σου ἐν ὄμματι, τοῖς πάσιν ἀΰλως ἐπιφαινόμενος, χαρμονῆς καί ἱλαρότητος, τῆς ἐπουρανίου ταῦτα πλήρωσον.

Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν. 


Ἀσθενοῦντας θεράπευσον, καί κακουχουμένους κούφισον Ὅσιε, καί παθῶν ξήρανον βόρβορον, ὡς θαυμάτων κρήνη ἀνεξάντλητος.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Νεογνῶν καί νηπίων σέ, μέγαν ἀρωγόν ἡ χάρις ἀνέδειξεν, ὅθεν ταῦτα διαφύλαττε, ὤ Στυλιανέ θεομακάριστε.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Ἐκ νηδύος Ἥλιος, τῆς δικαιοσύνης Κόρη ἀνέτειλε, οὐ ταῖς αἴγλαις καμέ φώτισον, ταῖς αὐτοῦ ἀκτίσιν ὁδηγοῦσα μέ.


 


Ὠδή ἐ΄. Φώτισον ἠμᾶς



Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Βρέφη ἁπαλά καί ἀρτίτοκα βλαστήματα, ἀοράτως ἐπιστᾶς Στυλιανέ, ἀπό πάσης ἐπήρειας περισκέπασον.

Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Ρῶσιν ψυχικήν καί σωμάτων δός τήν ἴασιν, ἐνεργεία τῆς ἐνθέου δωρεᾶς, τοῖς προστρέχουσι τή σκέπη σου Πατήρ ἠμῶν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Εὔροιμι φρουρόν, καί θερμόν σέ ἀντιλήπτορα. Ἐν ποικίλαις δυσχερείαις ἀληθῶς, τῶν δεινῶν Στυλιανέ μέ ἑξαιρούμενον.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Φώτισον ἠμᾶς, τή τῆς Σῆς μεγαλειότητος, φοταυγεία καί ἀΰλω ἀστραπή, Μαριάμ εὐλογημένη κοσμοπόθητε.


 
 

Ὠδή ς΄. Τήν δέησιν ἐκχεῶ



Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Ὡς ἥλιος, νοερῶς ἀστράπτουσα, ἡ ἁγία σου Εἰκών καθορᾶται, καί μυστικαῖς θεοφόρε ἀκτίσι τά νεογέννητα θάλπει ἑκάστοτε, καί θαυμαστῶς ζωογονεῖ, τῶν ἀνήβων τόν εὔχαριν ὅμιλον.

Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Νεότητος, παιδοτρίβην ἔνθεον, καί τοῦ γήρως ἀληθῆ βακτηρίαν, Στυλιανέ, ἐγνωκότες σέ πάτερ, συντετριμμένη ψυχή ἐκβοῶμεν σοί μή διαλίπης ἐφόρων, καί διέπων ἠμᾶς πρός τά κρείττονα.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Φαιδρότατα, θαλερά καί εὔρωστα, καί χαρίεντα τή σή προμήθεια, τά νεογέννητα ἔργασαι βρέφη, πᾶν σκυθρωπόν καί νοσῶδες καί ἄχαρι, ἀποδιώκων ἐξ αὐτῶν, συμπαθέστατε πάτερ δεόμεθα.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Ὑψώσασα, ἐκ κακίας λάκκον μέ, Ὑψηλότατε, τοῦ Κτίσαντος θρόνε, Εὐλογημένη Ἁγνή Θεοτόκε, πρός νοητᾶς ἀναβάσεις καί χάριτας, ἀνέλκυσόν μου τήν ψυχήν, καί δεινῶν μέ προλήψεων κάθαρον.


Διασωσον Στυλιανέ θεοφόρε, τούς σούς οἰκέτας, ἀπό πάσης ἐπιφορᾶς καί κακώσεως, καί τά ἀρτίτοκα βρέφη ἀεί εὐλόγει.


Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.




Αἴτησις καί τό κοντάκιον.


Ἦχος β΄. Τοῖς τῶν αἱματῶν σου


Τῶν ἰαμάτων κρουνός ἀνεξάντλητος, καί τῶν νήπιων προστάτης θερμοτατος, Στυλιανέ ὑπάρχων μακάριε, ἐκ πολυτρόπων κίνδυνων ἁπάλλαξον, τούς πόθω καλοῦντας τήν κλῆσιν σου.

 
 


Καί εὐθύς τό Προκείμενον

Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Στίχος. Τί ἀνταποδώσω μέν τῷ Κυρίω περί πάντων ὧν ἀνταπέδωκεν ἠμίν



Εὐαγγέλιον.


 Ἐκ τοῦ κατά Λουκᾶν (Κέφ. ς΄ 17-23)



Τῷ καιρῶ ἐκείνω ἔστη ὁ Ἰησοῦς ἐπί τόπου πεδινοῦ, καί ὄχλος μαθητῶν αὐτοῦ καί πλῆθος πολύ του λαοῦ ἀπό πάσης της Ἰουδαίας καί Ἱερουσαλήμ καί τῆς παραλίου Τύρου καί Σιδῶνος, οἵ ἦλθον ἀκοῦσαι αὐτοῦ καί ἰαθῆναι ἀπό τῶν νόσων αὐτῶν, καί οἱ ὀχλούμενοι ὑπό πνευμάτων ἀκαθάρτων, καί ἐθεραπεύοντο. Καί πᾶς ὁ ὄχλος ἐζήτει ἀπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρχετο καί ἰάτο πάντας. Καί αὐτός ἐπάρας τούς ὀφθαλμούς αὐτοῦ εἰς τούς μαθητᾶς αὐτοῦ ἔλεγε. Μακάριοι οἱ πτωχοί ὅτι ὑμετέρα ἐστίν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθαι. Μακάριοι οἱ κλαίοντες νῦν ὅτι γελάσετε. Μακάριοι ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καί ὅταν ἀφορίσωσιν ὑμᾶς καί ὀνειδίσωσι καί ἐκβάλωσι τό ὄνομα ὑμῶν ὡς πονηρόν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τή ἡμέρα καί σκιρτήσατε, ἰδού γάρ ὁ μισθός ὑμῶν πολύς ἐν τῷ οὐρανῶ.




Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ταῖς τού σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. 


Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

 


Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.



Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Ἄνωθεν ἐπινευσον, καί δυσωπήθητι Πάτερ, θερμῶς ἐπικλώμενος, τῶν παρακαλούντων σέ ταῖς δεήσεσι, καί βρεφῶν Ὅσιε, τῶν ἀρτιγεννήτων, τά φλογώδη ἀρρωστήματα, ἐπιθεράπευσον, χάριν καί ὑγείαν δωρούμενος, αὐτοῖς ὡς συμπαθέστατος, τοῖς θεοδωρήτοις φαρμάκοις σου, ὅπως αὐξηθέντα, εἰς μέτρον ἡλικίας ἀληθοῦς, Στυλιανέ μεγαλύνωσι, τόν Σέ μεγαλύναντα.



Ὁ Ἱερεύς:


Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ Ὁσίου Στυλιανοῦ τοῦ Παφλαγόνος, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.


 

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας



Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Λοιμικῶν νοσημάτων, ρυπαρῶν μολυσμάτων καί ἀκαθάρτων παθῶν, καί πάσης ἀθυμίας, καί βλάβης καί μανίας, τούς βοώντας διάσωζε, σέ ὑμνοῦμεν ἀεί, Στυλιανέ, τρισμάκαρ.

Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Ἀρωγόν σέ νηπίων, βραβευτήν σέ ἀνήβων, καί μειρακίων φρουρόν, ἀτέκνων ἰατήρα, εὐτέκνων προμηθέα, ὁ Χριστός ἀπειργάσατο, Στυλιανέ ἱερέ, τή σή λαμπρά ἀσκήσει.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ξενοτρόπων θαυμάτων, πολλαπλῶν ἰαμάτων καί θεϊκῶν δωρεῶν, τό ὕδωρ ἀναβλύζων, τήν κάμινον σβεννύεις, συμφορῶν τέ καί θλίψεων, καί ἀναψύχεις τερπνῶς, ἠμῶν τάς διανοίας.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Γαληνόμορφε Κόρη, τῆς ψυχῆς μου τήν λύπην καί τήν πίκρα συνοχήν, μετάβαλε αἰσίως, εἰς θείαν εὐφροσύνην, καί προφθάσασα ρύσαι μέ, τήν κραταιά σου χειρί ἀνάγκης ἐνεστώσης.

 



Ὠδή ἡ΄. Τόν Βασιλέα



Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Εὐτέκνους Πάτερ, τάς ἀτεκνούσας μητέρας, τή ταχεία σου ἀπέργασαι πρεσβεία, σοί γάρ ὁλοψύχως Στυλανέ φοιτῶσι.

Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Ρέουσα χάριν ἡ παναγία Εἰκών σου, τή τοῦ Πνεύματος ἐπισκιάσει Πάτερ, τρέφει καί ἐφραίνει τά νεογνά καί βρέφη.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ἀγγελομόρφω ἐπιφανεῖς θεωρία, ἐπί ψελλίζοντα ταῖς μητρικαῖς ἀγκάλαις, πλήρωσον θεοφρον, χαρᾶς καί θυμηδίας.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Σωματικῶν μέ, καί ψυχικῶν ἀλγηδόνων, ἀπολύτρωσαι ὑπερευλογημένη, τή δέ ἐπελθούση, βοήθει μοί ἀνάγκη.


 

Ὠδή θ΄. Κυρίως Θεοτόκον



Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Ἰάτρευσον τάς νόσους, τῶν ὑπομαζίων, καί ψελλιζόντων νήπιων Πατήρ ἠμῶν, τοῖς τῶν μητέρων δακρύοις ἐπικαμπτόμενος.

Ὅσιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Μαράνας πάσαν βλάβην, τήν νηπιοφθόρον, καί θαλερά καί ἀκμάζοντα τήρησον, τά τῶν ἀκάκων νηπίων Πάτερ συστήματα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ὀδύνης μοί σύμβασης, καί δεινῆς ἀνίας, ἐκ πονηρᾶς συνήθειας καί πράξεως, Στυλιανέ Θεοφόρε σπεῦσον καί ρύσαι μέ.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Ὑψόθεν ἐνωτίζου, Κεχαριτωμένη, τόν στεναγμόν τῆς ψυχῆς μου τόν μύχιον, καί τήν εὐρούση μέ θλίψει μή ὑπερίδης μέ.


 



Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.



Ὤφθης ἐκ κοιλίας τῆς μητρικῆς, καθηγιασμένος, ὡς ὁ ἔνδοξος Σαμουήλ, καί δοτός ἐδείχθης δί' ἐναρέτου βίου, Στυλιανέ παμμάκαρ τῷ σέ δοξάσαντι.


Χαίροις ἐγκρατείας ὑφηγητής, καί τῆς ἀπαθείας, ἐνδιαίτημα ἱερόν, χαίροις τῶν Ὁσίων ὁ τύπος ἐν ἀσκήσει, Στυλιανέ Ἀγγέλοις ὁ ὁμοδίαιτος.


Φύλαξ καί προστάτης καί προμηθεύς, τῶν ἀρτιγεννήτων, καί νηπίων καί τῶν βρεφῶν, πέλων θεοφόρε, τή θεία ἐπιπνοία, ἐκ πάσης ἐπήρειας ταῦτα διάσωζε.


Ἴδε τῶν μητέρων τούς στεναγμούς, κάμφθητι θεοφρον, τῶν προσφυγῶν σου ταῖς φωναῖς, καί τά τοῦτον τέκνα, μανίας ὀλέθριου, Στυλιανέ τρισμάκαρ, σπεῦσον καί λύτρωσαι.


Ὡς ἄνθη θαλερώτατα καί τερπνά, ὄψεως εὐχροία, καί ἀκάκοις τρόποις σοφέ, ἠμῶν τά παιδιά, συντήρει ἀοράτως, Στυλιανέ παμμάκαρ, τῶν εὐφημούντων σέ.


Ἔχων παρρησίαν πρός τόν Χριστόν, Ὅσιε τρισμάκαρ, μή ἐλλίπης ἐκδυσωπῶν, ὑπέρ τῶν αἰτούντων, τήν σήν ἐπικουρίαν, ὡς ἄν ἁπαλλαγῶμεν πάσις στενώσεως.


Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τῷ σωθῆναι ἠμᾶς.


 


Τό Τρισάγιον


Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.



Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.



Καί τό τροπάριον Ἦχος γ΄


Στήλη ἔμψυχός της ἐγκρατείας στύλος ἄσειστός της Ἐκκλησίας, Στυλιανέ ἀνεδείχθης μακάριε, τόν γάρ σόν πλοῦτον σκορπίσας τοῖς πένησιν, ἐν οὐρανοῖς ἐκομίσω τόν ἄφθαρτον,καί ἐγκρατεία καί πόνοις πανόλβιε, χάριν εἴληφας, νηπίων προστάτης γενόμενος, καί φύλαξ νεογνῶν ἀπροσμάχητος.

 
 


Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου


Παίδων καί νήπιων καί βρεφῶν, μέγας κηδεμών καί προστάτης, καί ἀληθής ἰατρός, Πνεύματος τή χάριτι, ἀποδεικνύμενος, μαρασμῶν καί κακώσεων, καί νόσων ποικίλων, ἄτρωτα διάσωζε τά ἀρτιγέννητα, ταῦτα εὐλογῶ ν καί διέπων, ὅπως ἀνδρωθῶσιν αἰσίος, ὤ Στυλιανέ θεομακάριστε.



Ἦχος πλ. δ΄.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.



Ἦχος β΄.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.



Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου