Δευτέρα, 9 Δεκεμβρίου 2013

Η ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΑΓΙΑ ΑΝΝΑ





Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.



Ὁ Ἀναγνώστης: Ἀμήν.



Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.

Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.




Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.






Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.






Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.



Ψαλμός ρμβ΄ (142)



Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.




Εἴτα τά παρόντα Τροπάρια.




Ήχος δ'. Ο υψωθείς εν τω Σταυρώ.



Τη θεοφόρω εκτενώς νυν προσέλθωμεν, οι ταπεινοί ως αληθώς και προσπέσωμεν, εν κατανύξει κράζοντες θερμώς εκ ψυχής, ’ννα πολυΰμνητε, σπλαχνισθείσα σοις δούλοις' πάσης ημάς λύτρωσαι, προσβολής εναντίας, και απειλής δεινών παντοδαπών εις σε γαρ πάντες, αεί εγκαυχώμεθα.



Θεοτοκίον.


Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. 



Ψαλμός ν΄ (50)



Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον 
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον 
σού μόσχους.



 


Ωδή, α'.
Ήχος πλ. δ'. Υγράν διοδεύσας.



Επίβλεψον άνωθεν ευμενώς προμήτορ Κυρίου, και επόμβρησον δαψιλώς, τα ρείθρα του θείου σου ελέους, τοις προσιούσι θερμώς εν τη σκέπη σου.



Παθών ακαθέκτων την χαλεπήν κατεύνασον ζάλην, και παντοίων επιφορών, την ρύμην ανάστειλον θεόφρον, σαις προς Θεόν ιεραίς παρακλήσεσιν.



Εν νόσοις σε εύροιμεν ιατρόν, φιλάγαθε ’ννα, και εν θλίψεσι πλατυσμόν, και πύργον ισχύος εν ανάγκαις, και εν κινδύνοις ταχείαν αντίληψιν.



Θεοτοκίον.



Επίσκεψαι Δέσποινα συμπαθώς, τους πίστει και πόθω, σε υμνούντας ανελλιπώς, και πάσι παράσχου σωτηρίαν' και φωτισμόν και ειρήνην και έλεος.


 



'Ωδή γ'.
 Ουρανίας άψΐδος.



Συμφορών και κινδύνων, και αναγκών ένδοξε, και ανιαρών επαλλήλων, και περιστάσεων, πάντας διάσωσον, τους τω σεπτώ σου τεμένει, πόθω προσεδρεύοντας, και σε γεραίροντας.



Εξ εφόδου παντοίας, βαρβαρικής πάνσεμνε και δαιμονικής επηρείας, και επιθέσεως, κακοποιούντων ανδρών, ρύσαι την ποίμνην σου ταύτην, την εκ διαθέσεως, σε μεγαλύνουσαν.



Νοσημάτων παντοίων και αλγεινών λύτρωσαι, τους ειλικρινώς αιτουμένους, την σήν, αντίληψιν, ’ννα φιλεύσπλαγχνε' όσα γαρ θέλεις ανύεις, ως προμήτωρ ένθεος, του Παντοκράτορος.



Θεοτοκίον.



Η ελπίς ή βεβαία, των γηγενών ’χραντε, και η οξυτάτη και μόνη ημών βοήθεια, ρύσαι δεόμεθα, της πολυπλόκου κακίας, του δο­λίου δράκοντος, τους σε δοξάζοντας.



Διάσωσον από κινδύνων τους δούλους σου, σώφρον ’ννα, ότι πάντες προς σε θερμώς, αεί καταφεύγομεν, ως ένθεον προς Θεόν ημών πρέσβυν.



Επίβλεψον, εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.


 


Ήχος β'.
Τα άνω ζητών.



Πρεσβείαν την σήν, ως όπλον απροσμάχητον, πλουτούντες αεί, οι δούλοί σου πανεύφημε, εκτενώς βοώμέν σοι, θεοδόξαστε ’ννα πρόφθασον, και εκ κίνδυνων λύτρωσαιημάς, η μόνη προμήτωρ του ποιήσαντος.



 


Ωδή δ'.
Εισακήκοα Κύριε.



Συνεχόμενοι πάντοθεν, και δεινοίς παντοίοις κλυδωνιζόμενοι, βοηθείας της σης τύχοιμεν, ’ννα οι προστρέχοντες τη σκέπη σου.



Τας βουλάς διασκέδασον, των ωρυομένων κατά της ποίμνης σου, και ματαίωσον δεόμεθα, τας αυτών ελπίδας ’ννα πάνσεμνε.



Μη παρίδης θεόληπτε, τους προσκαλούμενους σε εις βοήθειαν αλλά τάχυνον του ρύσασθαι, της παρενοχλούσης ημάς θλίψεως.



Θεοτοκίον.



Συμφορών και κακώσεων, και επερχομένων δεινών συμπτώσεων, και ποικίλων παραπτώσεων, Θεοτόκε σώζε τους υμνούντάς σε.




 

Ωδή ε'.
Φώτισον ημάς.



Ίασαι ημών, των σωμάτων τα συντρίμματα, και του νοός τας εκτροπάς αγαθή, και διανοίας διασκέδασον την ζόφωσιν.



Αίτησαι ημίν, επταισμένων την συγχώρησιν, ελευθερίαν πολυτρόπων δεινών και ειρηναίαν παμμακάριστε κατάστασιν.



Πάσης απειλής, και παντοίας ελευθέρωσον, θεόφρον ’ννα δυσχερείας ημάς, όπως υμνώμεν αεί τα μεγαλεία σου.



Θεοτοκίον.



Πρόστηθι αγνή, τοις πιστώς σε λιτανεύουσι, και ασιγήτως σε γεραίρουσι, και ορθοδόξως Θεοτόκον καταγγέλλουσιν.


 


Ωδή ς'.
Την δέησιν



Μη παύση υπέρ ημών πρεσβεύουσα, προνοούσα τε αεί και φρουρούσα προς σε και γαρ παναοίδιμε ’ννα, δια παντός αφορώμεν οι δούλοι σου' παντοίας ουν επιφοράς, ανωτέρους ημάς διατήρησον.



Εκ πάσης ημάς αεί περίσωζε, συνοχής τε και παντοίας οδύνης, και χαλεπής ελευθέρωσον βλάβης, ψυχής ομού τε και σώματος ένδοξε' ισχύεις γαρ ως αληθώς, ως προμήτωρ του πάντα ισχύοντος.



Εκ σάλου της των παθών οχλήσεως, και δεινής ημάς θεόληπτε ’ννα, των πονηρών λογισμών καταιγίδος, προς γαληνότατον όρμον προσόρμισον, προνοία σου της αγαθής, αγαθού τε Δεσπότου προμήτορος.



Θεοτοκίον.



Ως πάντων την δεσποτείαν έχουσα, οία μήτηρ του των πάντων Δεσπότου, δίδου ημίν εγκλημάτων την λύσιν, και παθημάτων Αγνή απολύτρωσιν, κινδύνων τε απαλλαγήν, και Θεού βασιλείας οικείωσιν.



Διάσωσον, από κινδύνων τους δούλους σου σώφρον ’ννα, ότι πάντες προς σε θερμώς αεί καταφεύγομεν, ως ένθεον προς Θεόν ημών πρέσβυν.



Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως, επ' εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.


 



Κοντάκιον, ήχος β'.



Προστασία των πιστών ακαταμάχητε, μεσιτεία προς Θεόν αμετακίνητε, μη παρίδης σων οικετών ικέσιον φωνήν, αλλ' επίβλεψον ως συμπαθής, εις την ταπείνωσιν ημών, των πιστώς προστρεχόντων σοι, σώζουσα εκ κινδύνων, και σκέπουσα εκ παντοίων, πειρατηρίων χαλεπών, ’ννα πάνσεμνε τους δούλους σου.



Προκείμενον.



Αγαλλιάσθε δίκαιοι εν Κυρίω, τοις ευθέσι πρέπει αίνεσις.

Στίχος: Μακάριοι πάντες οι φοβούμενοι τον Κύριον.


Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Λουκάν

Είπεν Ο Κύριος ουδείς λύχνον άψας, καλύπτει αυτόν σκεύει, ή υποκάτω κλίνης τίθησιν αλλ’ επί λυχνίας επιτίθησιν, ίνα οι εισπορευόμενοι βλέπωσι το φως. Ου γαρ εστί κρυπτόν, ο ού φανερόν γενήσεται ουδέ απόκρυφον, ό ου γνωσθήσεται και εις φανερόν έλθη. Βλέπετε ουν πως ακούετε ός γάρ αν έχη, δοθήσεται αυτώ και ός αν μη έχη, και ό δοκεί έχειν, αρθήσεται απ’ αυτού. Παρεγένοντο δε προς αυτόν η Μήτηρ και οι αδελφοί αυτού, και ουκ ηδύναντο συντυχείν αυτώ δια τον όχλον. Και απηγγέλθη αυτώ. λεγόντων η Μήτηρ σου και οι αδελφοί σου εστήκασιν έξω, ιδείν σε θέλοντες. Ο δε αποκριθείς, είπε προς αυτούς. Μήτηρ μου και αδελφοί μου ούτοί εισιν, οι τον λόγον του Θεού ακούοντες, και ποιούντες αυτόν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ταῖς της σης Προγόνου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. 


Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

 


Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.



Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι



Μη παρίδης ένδοξε, την ανυμνούσαν σε πίστει, και πόθω γεραίρουσαν, και αδιαλείπτως σε μεγαλύνουσαν, ιεράν ποίμνην σου, αλλ' αυτήν Θεόφρον, ακοιμήτω προστασία σου,περιχαράκωσον, και διαπαντός περιτείχισον, και πάσαις ανεπίβατον, ταις αντικειμέναις δυνάμεσιν, ανάδειξον ταύτην, πανεύφημε προμήτορ του Χριστού’ εν σοι γάρ αύτη κρατύνεται, και αυχεί και σώζεται.



 




Ωδή ζ'.
 Οι εκ της Ιουδαίας.



Πειρασμών ανηκέστων, συμφορών αδοκήτων, ’ννα θεόκλητε μαστίγων πολυτρόπων, δεινών ολεθροτόκων, ρύσαι πάντας τους ψάλλοντας’ ο των πατέρων ημών, Θεός ευλογητός ει.



Δυσμενείας παντοίας, και δεινής προσδοκίας, και πάσης ένδοξε, βουλής κακομηχάνου, περίσωζε τους πίστει, εισαεί αναμέλποντας' ο των πατέρων ημών, Θεός ευλογητός ει.



Ψυχικήν ευεξίαν, και σωμάτων την ρώσιν, πάσι θεόληπτε, παράσχου τους εν πίστει, τω θείω σου τεμένει, προσιούσι και ψάλλουσιν’ ο των πατέρων ημών, Θεός ευλογητός ει.



Θεοτόκιον.



Σηπεδόνας ψυχής μου, και παθών αλγηδόνας, θάττον αφάνισον, και όλον με Παρθένε, ροπή του σου ελέους, σεσωσμένον ανάδειξον, όπως υμνώ σου αεί, τας θείας δυναστείας.

 
 


Ωδή η'. 
Τον Βασιλέα των Ουρανών.



Τους εκ παντοίων, ανιαρών τρυχομένους, και δεινοίς αεί εταζομένους, λύτρωσιν θεόφρον, παράσχου εις αιώνας.



Της των δαιμόνων, πανωλεθρίου μανίας, και ανδρών εχθίστων απηνείας, πρόφθασον και ρύσαι,, τους σους σεμνή οικέτας.



Τους εν ποικίλοις, πειρατηρίοις του βίου, πολυτρόπως πάντοτε θεόφρον, περιστατουμένους, σώζε εις αιώνας.



Θεοτοκίον.



Τους πεποιθότας, ανενδοιάστως Παρθένε, τη πανσωστική σου προστασία, ανεπηρέαστους, συντήρει εις αιώνας.

 
 


Ωδή θ'.
Κυρίως Θεοτόκον.



Τους πίστει προσκυνούντας, την σεπτήν σορόν σου, και εμφερείας το θείον εκτύπωμα, σκέπε και φρούρει, και σώζε ’ννα φιλάγαθε.



Εκ θείων υψωμάτων, μη ελλείπης όλως, θεόφρον Αννα ημάς εποπτεύουσα, και τας ιάσεις αφθόνως πάσι βραβεύουσα.



Μη παύση συντηρούσα ταύτην σου την ποίμνην, εκ πολυπλόκων σκανδάλων του όφεως, και εξ ανθρώπων αδίκων, ’ννα πανθαύμαστε.



Θεοτοκίον.



Ελπίς μου γλυκυτάτη, και αναψυχή μου, και της ψυχής μου χαρά Παναγία, χαράς εκείνης με δείξον πάναγνε μέτοχον.

 
 

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.


Δεύτε ευφημήσωμεν οι πιστοί, Άνναν την Αγίαν, την προμήτορα του Χριστού, την αξιωθείσαν, γεννήσαι την Παρθένον, την μόνην Θεοτόκον και Παναμώμητον.



Χαρίτων ως έμπλεως αγαθή, χαρίτωσον πάντας τους εν πίστει σε ακλινεί, ανυμνολογούντας, και πόθω προσκυνούντας, της θείας κληρουχίας πάντας αξίωσον.

Το θείον αγλάισμα των πιστών, δικαίων το κλέος, προπατόρων την καλλονήν, την εκλελεγμένην, και κεχαριτωμένην, Προμήτορα του Λόγου, πάντες τιμήσωμεν.



Χαίροις χαριτώνυμε αληθώς, χαίροις η Προμήτωρ, του των όλων Δημιουργού, χαίροις η τα κάτω, συνάψασα τοις ανω, τω θείω τοκετώ σου, ’ννα πανόλβιε.



Ταις θεοφεγγέσι μαρμαρυγαίς, εκλελαμπρυσμένη, και του κάλλους του νοητού, κατεμφορουμένη, Θεοπρομήτορ Άννα, μνημόνευε των πόθω, μνημονευόντων σου.



Τους περιπολούντας διηνεκώς, τω θείω ναώ σου, και υμνούντας ανελλιπώς, σου τας δυναστείας, Προμήτορ του Κυρίου, παντοίας επηρείας, πάντας διάσωσον.



Τον δεκαεξάριθμον και σεπτόν, δήμον των Οσίων, ευφημήσωμεν ευλαβώς, χαίρετε βοώντες, του ’θω σεπτά κρίνα, και Σκήτης της Προγόνου Χριστού οι φοίνικες.


Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς. 

 
 



Τό Τρισάγιον


Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.



Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.


Απολυτίκιον.


Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται· τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρ᾽ ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται θεόπαιδα· ἐξ ἧς αὐτὸς ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι᾽ Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.


 



Ἦχος β΄
Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν



Πάντων μνημονεύεις αγαθή, των μνημονεύοντων σου πόθω, και ευφημούντων σε, και εκλιπαρούντων σε Θεοπρομήτορ θερμώς, και προς σε μετά πίστεως, αεί αφορώντων, και προς την αντίληψιν καταφευγόντων την σην πάσης ουν ημάς επηρείας, νόσων συμφορών και κινδύνων, και δεινών απάντων ελευθέρωσον.



Έτερον όμοιον.



Πάντες σοι προσπίπτομεν πιστώς, πάντες σε θερμώς δυσωπούμεν, ’ννα φιλεύσπλαγχνε, πάντας ημάς λύτρωσαι τη μεσιτεία σου, πολυτρόπων κακώσεων, μελλόντων κινδύνων δεινών επιθέσεων, και αλγηδόνων πικρών, και ανιαρών επαλλήλων, και αρρωστημάτων ποικίλων, και πολυειδών ετέρων θλίψεων.



Έτερον όμοιον.



Πάσης των εθνών επιδρομής, πάσης των εχθρών κακουργίας, πά­σης στενώσεως, πάσης περιστάσεως, πάσης κακώσεως, πάσης άλλης συμπτώσεως, παντοίας ανάγκης, εκ πάσης τε θλίψεως, και προσβολής του εχθρού, και εκ πολυτρόπων σκανδάλων, και πειρατηρίων του βίου, ρύσαι τους σους δούλους ’ννα ένδοξε.



Ἦχος πλ. δ΄.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.


Ἦχος β΄.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.



Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου