Τρίτη, 18 Μαρτίου 2014

Η ΠΑΡΑΚΛΗΣΗ ΣΤΟΝ ΑΓΙΟ ΠΟΡΦΥΡΙΟ ΤΟΝ ΚΑΥΣΟΚΑΛΥΒΙΤΗ




 Η ΠΑΡΑΚΛΗΣΗ ΣΤΟΝ ΑΓΙΟ ΠΟΡΦΥΡΙΟ ΤΟΝ ΚΑΥΣΟΚΑΛΥΒΙΤΗ






Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.



Ὁ Ἀναγνώστης: Ἀμήν.




Ψαλμός ρμβ΄ (142)



Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.




Εἴτα τά παρόντα Τροπάρια.




Ἦχος δ΄.




Τῷ ὑπηρέτῃ τοῦ Χριστοῦ Πορφυρίῳ, χαριτωθέντι δωρεαῖς ἐξαισίαις,
προσείπωμεν δεόμενοι ἐκ βάθους ψυχῆς· ἅγιε Πορφύριε, ταπεινῶν ὁ προστάτης,
λύτρωσαι δεόμεθα, πατρικῇ σου πρεσβείᾳ, πάσης ἀνάγκης, νόσων καὶ δεινῶν,
τοὺς αἰτουμένους τὴν χάριν τὴν θείαν σου.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Εὐαρεστήσας τῷ Χριστῷ ἐν τῷ κόσμῳ, μετὰ ἀγγέλων φωτεινῶν συγχορεύεις,
μεθ’ ὧν τὸν αἶνον ἄληκτον προσφέρεις τῷ Θεῷ, ὅσιε Πορφύριε, μύστα τῶν ἀποῤῥήτων, ἀποκρύφων γνώστα τε μυστηρίων βαθέων, ἃ διορᾶν σοι ἔδωκε Χριστός, βραβεύων, πάτερ, τὴν σὴν καθαρότητα.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.



Ψαλμός ν΄ (50)



Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.







ᾨδὴ α΄.

Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.



Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.


Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, ὡς μεσίτῃ πρὸς τὸν Θεόν· εἰρήνευσον, πάτερ, τὴν ζωήν μου καὶ παῦσον σάλον ἀθλίας καρδίας μου.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.


O῾σίως ἀνύσας σου τὴν ζωήν, εὐχαῖς σου νῦν εὗρες παῤῥησίαν πρὸς τὸν Θεόν· πρὸς Ὃν μεσιτεύων ἀσθενοῦντας ἰᾶσαι, πάτερ, καὶ λύεις νοσήματα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ὑμνῶν τὸν Σωτῆρα ἐν οὐρανοῖς φρουροῖς τὰς μονάς σου ἐν τῷ Ἄθῳ καὶ Ἀττικῇ, παρέχων τὴν χάριν τοῖς σοῖς τέκνοις τοῦ ἐκνικᾶν τὰ δαιμόνων φρυάγματα.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Καυσοκαλυβίων τὸν ἀθλητὴν καὶ τὴν Θεοτόκον ἀνυμνήσωμεν ἐν ᾠδαῖς, πρεσβεύειν αἰτοῦντες πρὸς Σωτῆρα καὶ βοηθεῖν ἐν κινδύνοις καὶ θλίψεσι.




ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.



Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.



Ἀγαλλόμενοι πάντες, ὡς ἐν χορῷ, κράζομεν σοῦ τοὺς ἄθλους, πάτερ, αἰνοῦντες
καὶ τοὺς ἀγῶνάς σου κατὰ τοῦ ἄρχοντος τῶν ἀκαθάρτων πνευμάτων,
οὗ μανίας, ὅσιε, σῷζε ὑμνοῦντάς σε.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.


Ταπεινώσεως ἄκρας, ὑπακοῆς πρότυπον ὄντως ἀσκουμένων ἐγένου
ὄρει ἐν Ἄθωνι καὶ εἰς τὴν Εὔβοιαν, ἐν τῇ μονῇ Χαραλάμπους·
ὅθεν χάριν ἔλαβες πλήττειν τοὺς δαίμονας.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ἀπορρήτων τὸν μύστην, θαυματουργὸν ὅσιον, πάσης Ἀττικῆς τὸν προστάτην
πάντες δοξάσωμεν, ὕμνοις ἐξαίροντες, τῶν χαρισμάτων τὸ πλῆθος,
δι’ ὧν ὁ Παράκλητος τοῦτον ἐκόσμησε.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Φυλακτήριον πάντων ἀπὸ δεινῶν, θλίψεων, σὺ ὑπάρχεις μόνη, Παρθένε
φρούρει ὑμνοῦντάς σε ἐν τῷ ἐλέει σου, πρεσβείαις τοῦ Πορφυρίου,
πανελλήνων Γέροντος, παντελεήμονος.



Διάσωσον ἀπό κινδύνων τοὺς δούλους σου, θεῖε Πάτερ, τοὺς τὴν σὴν ἐν δεινοῖς αἰτοῦντας βοήθειαν καὶ δίωξον ἄγχος καὶ ἀκηδίαν.


Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.




Αἴτησις καὶ τὸ Κάθισμα.


Ἦχος β΄. Πρεσβεία θερμή.



Φυλάξαι ἡμᾶς δεόμεθα ἐκ θλίψεων, τηρῆσαι πιστοὺς τῇ πίστει τοῦ Χριστοῦ ἡμῶν,
Πορφύριε ὅσιε, τῆς Εὐβοίας ἅγιον βλάστημα, τῆς Ἐκκλησίας καύχημα σεπτὸν
καὶ πάντων ὁσίων ἐγκαλλώπισμα.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.


Ὑψωθεὶς ἐν παλαίσμασι πρὸς τὸν φθονερὸν τῶν ἀνθρώπων τύραννον,
θεῖον στέφος, πάτερ, ἔλαβες νικητὴς προβὰς ὡς ὡραιότατος.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν .


Γέρας πόνοις σου δέδοται τὸ διερμηνεύειν σε τὰ μυστήρια,καὶ τὰ μέλλοντα προβλέπειν σε καὶ ἰᾶσθαι πάντα τὰ νοσήματα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ὦ καινὰ καὶ θαυμάσια τὰ τῇ χάριτί σου τερατουργούμενα! Ποίοις λόγοις ὕμνους πλέξω σοι; Δειλιῶ, ὦ πάτερ, καὶ ἐξίσταμαι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Παναγία μου Δέσποινα, τῶν ἀγγέλων θαῦμα τὸ ἀκατάληπτον, ὑμνῳδεῖν σε καταξίωσον τοῦ Σωτῆρος πάντων τὴν γεννήτριαν.



ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.


Ῥῶσιν ἐν δεινοῖς σέ, Πορφύριε, κεκτήμεθα, σοὶ προσφεύγοντες θερμαῖς ἐν προσευχαῖς, ὡς μεσίτῃ πρὸς Θεὸν τὸν πανοικτίρμονα.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Φύλαξον ἡμᾶς τοὺς τιμῶντάς σε, Πορφύριε, χορηγῶν τῆς μαρτυρίας τοῦ Χριστοῦ
τὴν προαίρεσιν καὶ ζέσιν θείας πίστεως.


Καὶ νῦν… Θεοτοκίον.


Ὕμνον σοι, Ἁγνή, εὐφροσύνως ἀναμέλπομεν, τῶν ἀγγέλων οὖσαν ὄντως γλυκασμόν, καὶ πικρίαν Εὔας λύσασαν τῷ τόκῳ σου.



ᾨδὴ Ϛ΄. Τὴν δέησιν.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.


Ῥωννύμεθα ταῖς εὐχαῖς σου, ὅσιε, καὶ ψυχὰς εἰς οὐρανοὺς ἀνυψοῦμεν,
ὑπομονὴν καὶ ἀνδρείαν πλουτοῦντες ἐν πειρασμοῖς καὶ δειναῖς ἐπιθέσεσι,
Πορφύριε, πάτερ ἡμῶν· ὅθεν πάντες κοινῇ ἀνυμνοῦμέν σε.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.


Ἰώμενος πᾶσαν νόσον, ὅσιε, ἀγαπᾶν ἡμᾶς Σωτῆρα κελεύεις ὅλῃ ψυχῇ, καὶ νοΐ, καὶ καρδίᾳ, καὶ πρὸς Αὐτὸν ἀναπέμπειν τὴν δέησιν, ὅτι Αὐτὸς προνοητὴς
καὶ ἡμῶν ἀντιλήπτωρ γεγένηται.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ὁλόφωτος ἡ σεπτή σου, ὅσιε, κεφαλή, χάριτι θείᾳ ἐφάνη τὸν θεῖον μύστην Χριστοῦ προδηλοῦσα τῇ προσελθούσῃ γυνῇ πρὸς προσκύνησιν, πληρώσασα ἐκ θαυμασμοῦ
τὴν ψυχὴν ταύτης, μάκαρ Πορφύριε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν..


Ὑμνοῦντές σε, Θεοτόκε Ἄχραντε, τὰς ψυχὰς ἡμῶν γαλήνης πληροῦμεν, τῇ τοῦ Υἱοῦ σου ἀγάπῃ θαῤῥοῦντες καὶ μητρικαῖς σου πρεσβείαις ἐλπίζοντες,
δεόμενοι ἐπιτυχεῖν παραδείσου τερπνοῦ ἀπολαύσεως.



Διάσωσον ἀπὸ κινδύνων, Πορφύριε, σοὺς ἱκέτας καὶ παράσχου τῇ σῇ μονῇ βοήθειαν, ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.



Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.




Αἴτησις καὶ τὸ Κοντάκιον.



Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.


Στεναζόντων πάντων ἡ παράκλησις γέγονας, κλονουμένων ἐν πίστει, τοῖς θαύμασι στήριγμα. Ὅθεν πάντες πρὸς τὴν σὴν χάριν σπεύδομεν πιστοὶ πολλῆς δέξασθαι σῆς ἀρωγῆς ἐν τῷ πελάγει τῆς ζωῆς καὶ τῇ ζάλῃ τῶν θλίψεων. Δίδου ἡμῖν ὑγείαν, ψυχῆς τε τὴν εὐρωστίαν, εὐχαῖς σου, πάτερ, πρὸς Θεόν, ἱκετεύομεν οἱ δοῦλοί σου.




Προκείμενον.


Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (γ΄)

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

ΕΥΑΓΓΕΛΙΟΝ



Ματθαῖον (ια΄ 27-30).





Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.




Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.




Προσόμοιον.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.



Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.



Καυσοκαλυβίων τε τοῦ ὄρους Ἄθωνος μύστην, μοναχῶν τὸ σέμνωμα, ἱερέων πάντιμον ἐγκαλλώπισμα, ἰατρὸν ἄριστον, ὀρφανῶν πατέρα, τῶν πιπτόντων σε ἀνόρθωσιν ἔγνωμεν, ὅσιε, καὶ τῶν δαιμονόντων τὴν λύτρωσιν· γαλήνης ἡμῖν πρόξενον καὶ χαρᾶς μεγάλης τὸν αἴτιον. Ὅθεν σοι βοῶμεν·
μὴ παύσῃ ἐπισκέπτεσθαι ἡμᾶς, ἰᾶσθαι, πάτερ Πορφύριε, καὶ φυλάττειν δούλους σου.


Ὁ ἱερεύς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου…





ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.



Ἐν ἁπλότητι ὅλην τὴν ζωήν σου διῆλθες καὶ ὑπηρέτησας Θεῷ τε καὶ ἀνθρώποις, νυκτός τε καὶ ἡμέρας προσευχόμενος, ὅσιε, καὶ φέρων πόνους ἠμῶν,
Πορφύριε, παμμάκαρ.




Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Πατρικήν σου πρεσβείαν, ἐκζητοῦμεν, τρισμάκαρ, πρὸς τὸν Θεὸν ἡμῶν,
ἵνα διασωθῶμεν κινδύνων καὶ μανίας πονηροῦ πολεμήτορος, θαῤῥοῦντες, πάτερ, τῇ σῇ μεγάλῃ εὐσπλαγχνίᾳ.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ἠγαπήθης ὑφ’ ὅλων, ὡς ἀγάπην πηγάζων καὶ πλημμυρῶν ἡμᾶς,
πληγάς τε θεραπεύων, δαιμόνια ἐκβάλλων, καὶ ἐκ πόνων λυτρούμενος,
παρέχων χάριν δ’ ἀεὶ τοῖς αἰτουμένοις πᾶσι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Εὐγνωμόνως ὑμνοῦμεν Σέ, Παρθένε καὶ μῆτερ Θεοχαρίτωτε, ὡς τέξασαν τῷ κόσμῳ
Σωτῆρα ἀπειράνδρως καὶ Θεὸν Πανοικτίρμονα, πρὸς ὃν πρεσβεύεις ἀεὶ
σωθῆναι τοὺς ἀνθρώπους.




ᾨδὴ η΄. Τὸν Βασιλέα.



Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.


Ὑπὲρ ὑγείας καὶ σωτηρίας τοῦ κόσμου τὰς εὐχάς σου Χριστῷ σὺ προσάγεις,
ὅθεν σε ὑμνοῦμεν,Πορφύριε, θεόφρον.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.


Ἁμαρτιῶν μου Σὺ τὴν πληθὺν ἄφες, Σῶτερ, Πορφυρίου θερμαῖς ἱκεσίαις,
καὶ ἐν μετανοίᾳ τὸν βίον μου παράσχου.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Γαλήνην δίδου τρικυμιζούσῃ καρδίᾳ, τῶν δεινῶν τὰς ὀδύνας πραΰνων
χάριτί σου, πάτερ, καμνόντων εὐεργέτα.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Γέγονας μήτηρ, ἐν παρθενίᾳ τελοῦσα, τὸν Θεὸν καὶ Σωτῆρα τεκοῦσα,
ὃν ἐκδυσωποῦσα, κινδύνων σῴζεις πάντας.



ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.


Ἐλέησον ἱκέτας  καὶ προσπίπτοντάς σοι τὴν εὐσπλαγχνίαν τὴν σὴν ἀναμένοντας,
παρέχων χάριν, ὑγείαν καὶ τὴν μετάνοιαν.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.


Λαλήσας ὁ κωφός σοι τὴν εὐχαριστίαν, ὡς διὰ σοῦ σεσωσμένος, προσέφερε,
τῶν συγγενῶν θαυμαζόντων καὶ προσκυνούντων σε.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ὁ νέος ἐν ὁσίοις καταπλήττεις πάντας τερατουργίαις σου, πάτερ Πορφύριε,
ἑλκύσας ἄνωθεν χάριν τῇ ταπεινώσει σου.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Ὑμνοῦμέν σε Παρθένε, Κεχαριτωμένη, ὡς τὴν ἐλπίδα τῷ κόσμῳ δωρήσασαν,
τεκοῦσα πᾶσι Σωτῆρα Θεὸν καὶ ἄνθρωπον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.


Μεγαλυνάρια.



Χαίροις τῶν ὁσίων ἡ καλλονὴ καὶ τῶν ἀσκουμένων ὁδηγὸς καὶ ὑπογραμμός.
Χαίροις ἱερέων τὸ στέφος καὶ ἡ δόξα, Πορφύριε τρισμάκαρ, Ἄθωνος καύχημα.



Ψάλλομέν σου, πάτερ, τὰς ἀρετάς, ταπεινοφροσύνην καὶ τὴν ἄκραν ὑπακοήν,
τὴν διάκρισίν τε ἁπλότητα, ἁγνείαν, ἀγάπης σου τὸ εὖρος τὸ ἀπροσμέτρητον.




Ὡς παιδίον γέγονας τῇ ψυχῇ, ἀμνησικακίαν καὶ ἁπλότητα ἐνδυθείς,
θείων χαρισμάτων τὸν πλοῦτον ἀποκρύπτων, τῇ ἀκενοδοξίᾳ πολιτευόμενος.



Διορατικῶν ἦσθα κορυφή, προφητῶν μεγάλων πλησιέστατος συγγενής· ἰαματικῶν τε συνόμιλος ἁγίων, Πορφύριε, ἐδείχθης, Ἄθωνος κόσμημα.



Τῆς Ἀποκαλύψεως θεωρός, τῆς πρὸς Ἰωάννην, ἐν τῆ Πάτμῳ σὺ γεγονώς, ὤφθης μύστης μέγας τῶν θείων μυστηρίων, τὰ Χερουβεὶμ ἐγγίσας τῇ ταπεινώσει σου.



Ναυαγῶν τοῦ βίου ὤφθης λιμὴν καὶ τῶν θλιβομένων ἡ παράκλησις ἡ θερμή,
τῶν ἀπολωλότων ποιμὴν τῆς Ἐκκλησίας, καὶ κρήνη ἰαμάτων τῆς θείας χάριτος.



Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς,
οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον


Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.



Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.




Ὁ ἱερεύς·


Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




Ἀπολυτίκιον.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.


Τῆς Εὐβοίας τὸν γόνον,Πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην
καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Δαιμονῶντας γὰρ λυτροῦται, καὶ ἀσθενεῖς ἰᾶται πίστει κράζοντας·
δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.



Ἡ Ἐκτενὴς καὶ Ἀπόλυσις.

Μετὰ τὴν Ἀπόλυσιν ψάλλομεν ἀργῶς 
τὰ κάτωθι τροπάρια.



Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πᾶσι τοῖς τιμῶσιν εὐλαβῶς ἱερὰν τὴν μνήμην σου, πάτερ, καὶ δεομένοις πιστῶς
δώρησαι τὴν ἴασιν παθῶν, Πορφύριε· καὶ κινδύνων καὶ θλίψεων
καὶ ζάλης τοῦ κόσμου λύτρωσαι πρεσβείαις σου τοὺς σοὶ προστρέχοντας·
ἔχεις γὰρ πολλὴν παῤῥησίαν, ὡς Χριστοῦ θεράπων καὶ φίλος, μεσιτεύειν, ὅσιε, πρὸς Κύριον.



Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.



Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.



Ὁ ἱερεύς·


Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Δίστιχον.



Πορφύριε, φύλαττε θερμαῖς εὐχαῖς σου
Εὐάγγελον μέλψαντα θαυμάσιά σου.



Εὐαγγέλου Καραδήμου,

 “Χαίροις, Πάτερ Πορφύριε"

 (Παρακλητικὸς Κανὼν καὶ Χαιρετισμοί)
Ἀθήνα 2008



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου