Σάββατο, 16 Αυγούστου 2014

Η ΠΑΡΑΚΛΗΣΗ ΣΤΟΝ ΑΓΙΟ ΓΕΡΑΣΙΜΟ ΚΕΦΑΛΛΗΝΙΑΣ





Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.



Ὁ Ἀναγνώστης : Ἀμήν.



Ψαλμός ρμβ' (142)


Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου. Καί μή εἰσελθῆς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεταιἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μουἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοίἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διαπέτασα πρός σέ τάς χειράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου. Μήἀποστρέψης τό πρόσωπόν σου ἀπ’ ἐμοῦ, καί ὁμοιοσθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα. Γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι,ὅτι πρός σέ ἤρα τήν ψυχήν μου.Ἐξελού με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον, δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου. Τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆεὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ. Ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐνὀνόματι Κυρίου.

Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κύριω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐνὀνόματι Κυρίου.


Στίχ. β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίουἠμυνάμην αὐτούς.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐνὀνόματι Κυρίου.


Στίχ. γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖςἠμῶν.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐνὀνόματι Κυρίου.



Εἴτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄.


Τῷ θεοφόρω Γεράσιμο προσπέσωμεν, οἱ ταῖς τοῦ βίου τρικυμίαις ποντούμενοι, ἀπό βαθέων κράζοντες ψυχῆς πρός αὐτόν, ἅγιε Γεράσιμε, τή θερμή σου πρεσβεία, σπεῦσον ἐξελού ἠμᾶς, πειρασμῶν καί κινδύνων, καί βασιλείας πάντας οὐρανῶν, ἀξιωθῆναι ἱκέτευεὅσιε.




Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Οἱ ὕπ' oδύνων χαλεπῶν κατεχόμενοι, καί συμφοραῖς καί ἀσθενείας τρυχόμενοι, μετά κλαυθμῶν στενάζοντες ἐκ βάθους ψυχῆς, δράμωμεν δακρύοντες Γερασίμου τεμένει, κράζοντες ἐκ πίστεως,ἰατρέ τῶν νοσούντων, ταῖς σαῖς πρεσβείαις μάκαρ πρός Θεόν, ρύσαιἠμᾶς πολυτρόπων κακώσεων. 



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Οὗ σιωπήσομέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱἀνάξιοι, εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκἀποστῶμεν, Δέσποινα, ἔκ σού, σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.



O Ἀναγνώστης

Ψαλμός ν΄ (50)


Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἐλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ.Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μουἔστι διά παντός. Σοί μόνω ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σουἐποίασα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷκρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαιςἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. ‘Ραντιείς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλύνεις μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι.Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖςἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμα σου τό ἅγιον μή ἀντανέλης ἀπ' ἐμοῦ. Ἀπόδος μοί τήνἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. ‘Ρύσαί μέ ἕξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου,ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην, ὁ Θεός, οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν και οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.


  



«Γερασίμου δέησις τω Γερασίμω Γένοιτο».



Ωδή Α’. Ήχος Πλ. Δ’. Υγράν διοδεύσας.



Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν



Γαυρούμενον Πάτερ νυχθημερόν, καθ’ ημών εικαίως, τον αρχέκακον πτερνιστήν, κατάβαλε ράβδω των ευχών σου, και τοις ποσίν ημών τούτον υπόταξον.

Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν


Εν θλίψεσιν έτοιμον βοηθόν, και εν τοις κινδύνοις, αντιλήπτορα ταχινόν, Γεράσιμε πάντες σε πλουτούντες, επερχομένων δεινών λυτρωθείημεν.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Ριγώντας τω κρύει των συμφορών, περίθαλψον Πάτερ, τη θερμή σου επισκοπή, τους όλη ψυχή και διανοία, τη ιερά αρωγή σου προστρέχοντας.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Αφθόρως τεκούσα μετά σαρκός, τον τας ανομίας, εξαλείφοντα των βροτών, φθαρτών νοημάτων θεοτόκε, και αμαρτάδων πολλών με εκκάθαρον.




Ωδή Γ’. Ουρανίας αψίδος.

Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν

Συσχεθέντες τω πλήθει, των πειρασμών Όσιε, και το ζην εν τούτοις εκτόπως, πάρεργον έχοντες, θερμώς βοώμέν σοι, σπεύσον ημάς εξελέσθαι, τούτων της κακώσεως, Πάτερ Γεράσιμε.
  
Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν


Ιατρεύων σωμάτων, τα δυσαχθή τραύματα, και της των ψυχών θεραπείας, επιμελήθητι, Πάτερ Γεράσιμε, των χαλεπών τιτρωμένων, ιοβόλοις δήγμασι, του κοσμοκράτορος.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Μοχθηρίας ακαίρου, και δολεράς σκέψεως, πονηρευομένων δολίως, γνώμη κακόφρονι, ημάς απάλλαξον, ενδυναμών δι’ αγάπης, άπαντας αμύνασθαι, τους ημάς βλάπτοντας.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Ολικώς ανατείνω, πάσαν αγνή έφεσιν, προς σε την ελπίδα Παρθένε, της σωτηρίας μου˙ μη υπερίδης με, άλλ’ ευσυμπάθητον όμμα, στρέψον μοι τω τάλανι, ίνα σωθήσομαι.


Διάσωσον από κινδύνων Γεράσιμε θεοφόρε, τους αιτούντας την σην οξείαν αντίληψιν, και πρεσβευτήν κεκτημένους σε προς τον Κτίστην.


Επίβλεψον εν ευμενεία...




Αίτησις και το Κάθισμα. 



Ήχος Β΄. Πρεσβεία θερμή…



Προστάτης ημών, και φύλαξ και κραταίωμα, και σκέπη στερρά, και ασφαλείας έπαλξις, Γεράσιμε μακάριε, προμηθεία υπάρχων τη κρείττονι, μη ελλίπης φρουρών και συντηρών, τους πόθω σοι Πάτερ προσανέχοντας.


Ωδή Δ’. Εισακήκοα Κύριε.


Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν

Υφειμένους τοις πταίσμασι, και κατεστιγμένους ταις παραβάσεσιν, ημάς ίασαι Γεράσιμε, μυστικώ φαρμάκω της πρεσβείας σου.

Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν

Διακρούσας απότρεψον, αφ’ ημών Γεράσιμε θαυματόβρυτε, του εχθρού τα μηχανήματα, και τας επιθέσεις και τα ένεδρα.
  
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Ευμενή και ευΐλατον, τον αγαθοδότην και Πανοικτίρμονα, ημίν έργασαι Γεράσιμε, ταις σεπταίς σου Πάτερ παρακλήσεσι.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Ηλιόμορφε Δέσποινα, ταις φωτοβολίαις της αγλαΐας σου, της ψυχής μου την σκοτόμαιναν, λύσον ίνα ίδω φως το άδυτον.


Ωδή Ε’ . Φώτισον ημάς.

Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν

Στόνων χαλεπών, επωδύνων περιστάσεων, και σκανδάλων αληθώς ψυχοβλαβών, ελευθέρωσον Γεράσιμε τους δούλους σου.
Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν


Ίδε συμπαθώς, συμπαθέστατε Γεράσιμε, επί την οικτρότητα ημών, και βελτίωσον ημάς, ως οίδας Όσιε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Σκέπη ασφαλής, και ελπίδος καταφύγιον, η βεβαία προστασία σου σοφέ, τοις τιμώσί σε γενέσθω, ημάς σώζουσα.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Τείχος αρραγές, συ υπάρχεις Μητροπάρθενε, τοις απλέτω προσιούσί σοι στοργή, όθεν φύλαττε οσώραι ημάς Δέσποινα.


Ωδή ΣΤ’. Την δέησιν.

Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν

Ως άνθρακα, αληθώς πυρίμορφον, η του πνεύματος σε έδειξε χάρις, κατεμπιπρώντα δαιμόνων τα στίφη, και πάσαν ύλην παθών καταφλέγοντα˙ όθεν ανάλωσον καμού, το σαθρόν και υλώδες Γεράσιμε.

Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν

Γαλήνισον, την αγρίαν θάλασσαν, των ατάκτων μου παθών θεοφόρε, επιτιμών τη σφοδρά αντιπνοία, και τω βιαίως συρίζοντι πνεύματι, και προς γαλήνην νοητήν, των Χριστού θελημάτων με ίθυνον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Επάκουσον, της ημών δεήσεως, ης κεκράγομεν εκ μέσης καρδίας, και τους μικρούς σταλαγμούς των δακρύων, αποδεξάμενος Πάτερ επίστηθι, και χαρμονής της αληθούς, τας ψυχάς ημών πλήσον Γεράσιμε.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Ρυσθήναί με, συνηθείας χείρονος, και βιαίας κακοτρόπου δουλείας, και πονηράς έξεως Θεοτόκε, ως αγαθή μου προστάτις ικάνωσον, το ασθενές μου και σαθρόν, ίνα πίστει και πόθω δοξάζω σε.


Διάσωσον από κινδύνων Γεράσιμε θεοφόρε, τους αιτούντας την σην οξείαν αντίληψιν, και πρεσβευτήν κεκτημένους σε προς τον Κτίστην.


Άχραντε η δια λόγου...




Αίτησις και το Κοντάκιον.



Ήχος Β’. Προστασία των Χριστιανών…


Προστατεύειν των ειλικρινώς αφορώντων σοι, και πρεσβεύειν διηνεκώς προς τον Κύριον, μη ελλίπης ως συμπαθής Γεράσιμε σοφέ, ίνα ρυσθώμεν πάσης οργής, και επηρείας χαλεπής, οι θερμώς εκβοώντές σοι˙πρόφθασον θεοφόρε, και σκέπασον τους σους δούλους, εκ των βελών του πονηρού, ως Χριστού θεράπων γνήσιος.


Προκείμενον.


Τίμιος εναντίον Κυρίου ο θάνατος του Οσίου αυτού.

Στίχος. Μακάριος ανήρ ο φοβούμενος τον Κύριον.


Ευαγγέλιον. Εκ του κατά Ματθαίον (ΙΑ’ . 27-30).


Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς . Πάντα μοι παρεδόθη υπό του Πατρός μου˙ και ουδείς επιγινώσκει τον Υιόν, ει μη ο Πατήρ˙ ουδέ τον Πατέρα τις επιγινώσκει, ειμή ο Υιός, και ώ εάν βούληται ο Υιός αποκαλύψαι. Δεύτε προς με πάντες οι κοπιώντες και πεφορτισμένοι, καγώ αναπαύσω υμάς. Άρατε τον ζυγόν μου εφ’ υμάς, και μάθετε απ’ εμού, ότι πράος ειμι, και ταπεινός τη καρδία, και ευρήσετε ανάπαυσιν ταις ψυχαίς υμών. Ο γαρ ζυγός μου χρηστός, και το φορτίον μου ελαφρόν εστιν.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ταις του σου Οσίου…

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Ταις της Θεοτόκου…


Στίχος. Ελεήμον, ελέησόν με ο Θεός…


Ήχος Πλ. Β΄. Όλην αποθέμενοι.

Τάχος επιφάνηθι, ελθέ επίσκεψαι Πάτερ, τους θερμοίς εν δάκρυσιν, επιβοωμένους σε, εις βοήθειαν, και δεινών κόπασον, τας επαναστάσεις, και τον σάλον καταπράϋνον, ής εκπεπτώκαμεν, συνοχής γεννώσης απόγνωσιν, Γεράσιμε πανθαύμαστε, μη παρίδης δέησιν ένθερμον, άλλ’ επισκοπή σου, διάλυσον το νέφος των παθών, και ευφροσύνης ανάτειλον, φως ημίν γλυκύτατον.


Ωδή Ζ’. Οι εκ της Ιουδαίας.
Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν



Ανεπίληπτον βίον, καθαρόν πολιτείαν θεοπρεπή αγωγήν, σεμνότητα εν λόγοις, αγνότητα εν τρόποις, γεωργείν ενδυνάμωσον, τους σε τιμώντας λαμπρώς, Γεράσιμε τρισμάκαρ.
Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν


Σωφροσύνης το κάλλος, εγκρατείας το φέγγος επιεικείας το φως, ηθών την ευκοσμίαν, και πάσαν ευπραγίαν, δια βίου πορίζεσθαι, Γεράσιμε ιερέ, αξίωσον σους δούλους.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Ιατήρ ασθενούντων, ακεστήρ δαιμονόντων και ευρωστίας δοτήρ, αρρήτω ενεργεία, Γεράσιμε υπάρχων, φιλευσπλάχνως θεράπευσον, τα συμφυέντα μοι νύν, θανατηφόρα πάθη.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Μητροπάρθενε Κόρη, η τεκούσα αφράστως τον Βασιλέα Χριστόν, θανάτωσον εις τέλος, ευχαίς σου ζωηφόροις, την οικτρώς τυραννούσάν με, θανατηφόρον ροπήν, ολεθροφόνον έξιν.


Ωδή Η’. Τον Βασιλέα.

Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν

Ως αντιλήπτωρ, των ευσεβώς σε καλούντων, της ζωής ημών αντιλαβού εν πάσι, νέμων καθ’ εκάστην, τα αίσια σοις δούλοις.

Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν

Γνώμην ευθείαν, και εν αλλήλοις αγάπην, καταξίωσον ημάς αεί προσφέρειν, και την των σκανδάλων, εκτρέπεσθαι μανίαν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Επηρειών σε, δαιμονικών καθαιρέτην, επιστάμενοι Γεράσιμε βοώμεν˙ ρύου ημάς πάντας, της τούτων κακουργίας.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Νόμω κακίας, δεδουλωμένον οικτρώς με, ελευθέρωσον υπερευλογημένη, και προς ευνομίας με, ίθυνον τας τρίβους.


Ωδή Θ’. Κυρίως Θεοτόκον.
Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν


Ο βίος μου οδύνης, πλήρης και πικρίας, τη προς τα χείρονα νεύσει γεγένηται, αλλά σοι Πάτερ προστρέχων ούκ απογνώσομαι.
Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν


Ιδών επιδραμόντα, κύκλω μου θεόφρον, τα της κακίας ακάθαρτα πνεύματα, σπεύσον και σώσον της τούτων λεηλασίας με.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Την άμαχόν σου σκέπην, μηδόλως αποστήσης από των πίστει τιμώντων σε Όσιε, άλλ’ εναργώς καθ’ εκάστην βοήθει άπασι.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Ολόφωτε λυχνία, Κεχαριτωμένη, τον εσβεσμένον μου λύχνον, διάναψον, και προς το φώς της αρίστης ζωής με ίθυνον.

 


ξιον στιν ς ληθς, μακαρίζειν σέ τήν Θεοτόκον, τήνειμακάριστον καί παναμώμητον, καί Μητέρα το Θεο μν τήν τιμιωτέραν τν Χερουβίμ, καί νδοξοτέραν συγκρίτως τν Σεραφίμ, τήν διαφθόρως Θεόν Λόγον τεκοσαν, τήν ντως Θεοτόκον, σέ μεγαλύνομεν.


Τήν ψηλοτέραν τν ορανν, καί καθαρωτέραν λαμπηδόνωνλιακν, τήν λυτρωσαμένην μς κ τς κατάρας, τήν Δέσποιναν το κόσμου, μνοις τιμήσωμεν.


Χαίροις των Οσίων ο κοινωνός, και Κεφαλληνίας αντιλήπτωρ και αρωγός, χαίροις εκκλησίας η λαμπηδών η νέα, Γεράσιμε παμμάκαρ, Αγγέλων σύσκηνε.


Γένους περιφάνειαν παριδών, εκ παιδός προθύμως, ηκολούθησας τω Χριστώ, και δι’ ισαγγέλου, εκλάμψας πολιτείας, ημάς καταπυρσεύεις, Πάτερ Γεράσιμε.


Χαίροις ιαμάτων ο ποταμός, ο χαρίτων ρείθροις, αποπλύνων πάθη δεινά, χαίροις ο νοσούσι, παρέχων την υγείαν, Γεράσιμε θεόφρον, δυνάμει κρείττονι.


Ύλης απολέξας άχθος βαρύ, την της αϋλίας, εγεώργησας δωρεάν˙ όθεν αφθαρσίας, το σκήνός σου την χάριν, Γεράσιμε εκλάμπει πάσι τοις πέρασι.


Γέρας Ορθοδόξων θεοειδές, και των κακοδόξων, ξίφος δίστομον και τομόν, ώφθης θεοφόρε, υστέροις εν τοις χρόνοις, υψώσας θαυμασίως, πιστών το φρόνημα.


Φύλαττε ατρώτους και ασινείς, εκ δαιμόνων βλάβης, και παντοίας επιβουλής, τους την αρωγήν σου, θερμώς επιζητούντας, Γεράσιμε παμμάκαρ, ημών ο έφορος.


Πάσαι των Αγγέλων...

Τρισάγιον, και το παρόν



Απολυτίκιον. Ήχος Α’.



Των Ορθοδόξων προστάτην, και εν σαρκί άγγελον, και θαυματουργόν Θεοφόρε νεοφανέντα ημίν, επαινέσωμεν πιστοί, θείον Γεράσιμον˙ ότι αξίως παρά Θεού απείληφεν, ιαμάτων την αένναον χάριν˙ ρώννυσι τους νοσούντας, δαιμονιώντας ιάται˙ Διο και τοις τιμώσιν αυτόν βρύει ιάματα.


Μεθ’ ο η σχετική δέησις και απόλυσις, μεθ’ ήν το παρόν

Προσόμοιον.


Ήχος Β’. Ότε εκ του ξύλου σε νεκρόν.


Σκέπη και στερρά καταφυγή, και αναψυχή εν ανάγκαις, και παραμύθιον, εν ποικίλαις θλίψεσι, τοις κινδυνεύουσιν, αληθώς η πρεσβεία σου, Γεράσιμε πέλει˙ όθεν εκβοώμέν σοι, ικετηρίαις φωναίς˙ πάσης δυσμενείας και βλάβης, και επιφοράς δυσφορήτου, σώζε τους θερμώς σοι προσανέχοντας.


Δέσποινα πρόσδεξαι...

Την πάσαν ελπίδα μου...

Δίστιχον.

Δέχου Γεράσιμε την ικετηρίαν.

Ήν σοι ομώνυμος θεοφρόνως πλέκει.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου