Τρίτη, 7 Αυγούστου 2018

ΜΕΓΑΛΥΝΑΡΙΑ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΓΟΡΓΟΕΠΗΚΟΟΥ














Γοργοϋπηκόου τήν θαυμαστήν καί σεπτήν εἰκόνα προσκυνήσωμεν, ἀδελφοί, θαύματα τελοῦσαν καί βρύπυσαν ἰάσεις καί ταύτην μετά πόθου κατασπασώμεθα.

Ἔχοντες εἰκόνα σου τήν σεπτήν, ἀνύμφευτε Κόρη, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτῃ καιρῷ τῷ τῶν κινδύνων καί ἐπηρείας πάσης ἀπολυτρούμεθα.

Νῦν καιρός ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστη χρεία βοηθείας, Κόρη, τῆς σῆς˙ λύτρωσαι οὖν πάσης ἀνάγκης καί κινδύνου καί χεῖρα βοηθείας τάχιστα ὄρεξον.

Ἔχει μέν, Παρθένε, ὁ οὐρανός σῶμα καί ψυχήν σου ἐξαστράπτοντα φαεινῶς, ἔχει δέ μορφήν σου μονή Δοχειαρίου τήν ἐπικαλουμένην Γοργοϋπήκοον.

Ἆρον σου τά ὄμματα, Μαριάμ, καί ἴδε εὐσπλάχνως τούς εἰκόνι σου τῇ σεπτῇ παρεστῶτας, Κόρη, καί σέ παρακαλοῦντας, καί πλήρωσον αἰτήσεις τούτων, πανύμνητε.

Ἴδοιμι, Παρθένε, ψυχορραγῶν ἐν καιρῷ θανάτου τήν εἰκονα σου τήν σεπτήν, παραμυθουμένην καί ἱλαρῶς ὁρῶσαν καί ὄψεις τῶν δαιμόνων ἀποδιώκουσαν.

Τέτρωμαι τῷ πόθῳ σου, Μαριάμ, φλέγει με ὁ ἔρως καθορᾶν σου τῆς ἱερᾶς εἰκόνος, Παρθένε, τό κάλλος καί τήν δόξα, καί κόρον οὐ λαμβάνω τοῦ μεγαλύνειν σε.

Τί ἀνταποδώσομεν οἱ οἰκτροί δοῦλοί σου, Παρθένε, ἀντί χάριτος τῆς πολλῆς, ἥνπερ ἀνεδείξω ἡμῖν χαρισαμένη εἰκόνα σου τήν θείαν πλοῦτον οὐράνιον;

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου