Τρίτη, 28 Αυγούστου 2018

ΜΕΓΑΛΥΝΑΡΙΑ ΑΓΙΟΥ ΑΛΕΞΑΝΔΡΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ







Χαίροις Ἐκκλησίας θεῖος φωστήρ, καί Ἀρχιερέων, ἐγκαλλώπισμα καί κανών, χαίροις Ὀρθοδόξων δογμάτων ἡ λυχνία Ἀλέξανδρε παμμάκαρ, ἠμῶν ὁ ἔφορος.

Συνθρόνον τόν Λόγον ὁμολογεῖς, στόματι ἁγίω,τῷ ἀνάρχω αὐτοῦ Πατρί, καί τήν τοῦ Ἀρείου, δεινήν ἐρεσχελίαν , πηγήν ὡς βλασφημίας, Πάτερ κατήσχυνας.

Ἔχων πολιτείαν ἀγγελικήν, θεῖος ποιμενάρχης, Βυζαντίου ψήφω Θεοῦ, Ἀλέξανδρε ὤφθης, καί πάσης Ἐκκλησίας, φωστήρ καί ἑωσφόρος, ὄντως πολύφωτος.

Ἐν Συνόδω Πάτερ τή ἱερά, τή ἐν τή Νικαία, ὁμοούσιον τῷ Πατρί, τόν Υἱόν κηρύττεις, Ἀλέξανδρε θεοφρον, Ἀρείου καταισχύνων, δόγμα τό ἄθεον.

Χαίροις Ὀρθοδόξων πύργος στερρός, χαίροις τῆς Τριάδος, θεοφόρος μυσταγωγός, χαίροις συνωνύμων, τῶν σῶν θερμός προστάτης, Ἀλέξανδρε οὖς σκέπε, ἀεί καί φύλαττε.

Ἔχων παρρησίαν πρός τόν Χριστόν, ἀπαύστως δυσώπει, Ἱεράρχα ὑπέρ ἠμῶν, τῶν πόθω τελούντων, τήν μνήμην σου τήν θείαν, καί πίστει προσιόντων, τή προστασία σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου