Πέμπτη, 13 Σεπτεμβρίου 2012

Χαιρετισμοί στον Τίμιο Σταυρό - Οι 24 Οίκοι στον Τίμιο Σταυρό


Χαιρετισμοί στον Τίμιο Σταυρό - Οι 24 Οίκοι στον Τίμιο Σταυρό
Οἱ 24 οἶκοι εἰς τήν νοητήν κλίμακα τοῦ Τιμίου και Ζωοποιοῦ Σταυροῦ
Κοντάκιον. Ἦχος πλ. δ΄. Τή Ὑπερμάχω...
Ὤ τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, ἀγαλλόμενοι τή θεία σου ἀνυψώσει. Ἀλλ’ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον,
περιφρούρει τέ καί σκέπε τή σή χάριτι, τοῖς σοί κράζοντας• Χαῖρε, Ξύλον μακάριον.

γγελοι οὐρανόθεν, ἀοράτως κυκλούσι, Σταυρόν τόν ζωηφόρον ἐν φόβω• καί φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται, καί ἵστανται 
βοῶντες πρός αὐτόν τοιαῦτα•
Χαῖρε, Σταυρέ, οἰκουμένης φύλαξ• χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα• χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τά πέρατα.
Χαῖρε, ξύλον ζωομύριστον, καί θαυμάτων θησαυρέ• χαῖρε, συνθετοτρισόλβιε,
καί χαρίτων παροχεύ.
Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον• χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.
Χαῖρε, κρατήρ τοῦ νέκταρος ἔμπλεως• χαῖρε, λαμπτήρ τῆς ἄνω λαμπρότητος.
Χαῖρε, δί’ οὗ εὐλογεῖται ἡ κτίσις• χαῖρε, δί’ οὗ προσκυνεῖται ὁ Κτίστης.

Χαῖρε, Ξύλον μακάριον.
Βλέπουσα ἡ Ἑλένη ἑαυτήν ἐν ἐφέσει, φησί τῷ Βασιλεῖ θαρσαλέως• Τό παμπόθητόν σου τῆς ψυχῆς εὐχερέστατόν μου τή σπουδή φαίνεται• ζητοῦσα γοῦν τό κράτιστον σοί τρόπαιον,
ὡς λέγεις, κράζω•

Ἀλληλούια.
Γνῶσιν ἄγνωστον πρώην Βασίλισσα γνοῦσα, ἐβόησε πρός τούς ὑπουργούντας• Ἐκ λαγόνων τῆς γής εὐρεῖν ἐν τάχει, καί δοῦναι τόν Σταυρόν σπεύσατε, πρός ὄν ἰδοῦσα ἔφησεν ἐν
φόβω, πλήν κράζουσα οὕτω•
Χαῖρε, χαρᾶς τῆς ὄντως σημεῖον• χαῖρε, ἀρᾶς τῆς ἀρχαίας λύτρον.
Χαῖρε, θησαυρός ἐν τή γῆ φθόνω κρυπτόμενος• χαῖρε, ὁ φανεῖς ἐν τοῖς ἄστροις τυπούμενος.
Χαῖρε, τετρακτινοπύρσευτε καί πυρίμορφε Σταυρέ• χαῖρε, κλίμαξ ὑψοστήρικτε προοραθείσα ποτέ.
Χαῖρε, τό τῶν Ἀγγέλων γαληνόμορφον θαῦμα• χαῖρε, τό τῶν δαιμόνων πολυστένακτον τραῦμα.
Χαῖρε, τερπνόν του Λόγου κειμήλιον• χαῖρε, πυρός της πλάνης σβεστήριον.
Χαῖρε, Σταυρέ, ἀπορούντων προστάτα• χαῖρε, στερρέ εὐδρομούντων ἀλείπτα.

Χαῖρε, Ξύλον μακάριον.
Δύναμις ἡ τοῦ Ξύλου, ἐπιδέδεικται τότε, πρός πίστωσιν ἀληθῆ τοῖς πάσι καί τήν ἀφωνόν τέ καί νεκράν πρός ζωήν ἀνέστησε, φρικτόν θέαμα τοῖς μέλλουσι καρποῦσθαι σωτηρίαν,
ἐν τῷ μέλπειν οὕτως•

Ἀλληλούια.
χουσα ἡ Ἑλένη, τό ἀήττητον ὅπλον, ἀνέδραμε πρός τόν ταύτης γόνον• ὁ δέ, μέγα σκιρτήσας εὐθύς, ἐπιγνούς τόν μέγιστον Σταυρόν, ἔχαιρε, καί ἄλμασιν ὡς ἄσμασιν ἐβόα πρός
αὐτόν τοιαύτα•
Χαῖρε, Σταυρέ, τοῦ φωτός δοχείον• χαῖρε, Σταυρέ, τῆς ζωῆς ταμεῖον.
Χαῖρε, ὁ δοτήρ χαρισμάτων τοῦ Πνεύματος• χαῖρε, ὁ λιμήν ποντοπόρων ἀχείμαστος.
Χαῖρε, τράπεζα βαστάζουσα ὥσπερ θύμα τόν Χριστόν• χαῖρε, κλῆμα, βότρυν πέπειρον, φέρον οἶνον μυστικόν.
Χαῖρε, ὅτι τά σκῆπτρα τῶν ἀνάκτων φυλάττεις• χαῖρε, ὅτι τάς κάρας τῶν δρακόντων συνθλάττεις.
Χαῖρε, λαμπρόν της πίστεως γνώρισμα• χαῖρε, παντός του κόσμου διασῶσμα.
Χαῖρε, Θεοῦ πρός θνητούς εὐλογία• χαῖρε, θνητῶν πρός Θεόν μεσιτεία•

Χαῖρε, Ξύλον μακάριον.
Ζῆλον ἔνδοθεν θεῖον, ἡ Ἑλένη λαβοῦσα, ἐζήτησε καί εὗρε σπουδαίως, τόν ἐν γῆ κρυπτόμενον Σταυρόν, καί δεικνύμενον ἐν οὐρανῶ Ἀνακτι• ὄν ὕψωσε• καί βλέπων τό πολίτευμα,
ἐν πίστει ἔφη•

Ἀλληλούια.

Καί εὐθύς ψάλλομεν τόν παρόντα Κανόνα τοῦ Ζωηφόρου Σταυροῦ (Κῶν/νοῦ Δαπόντε), οὗ ἡ ἀκροστιχίς•
Χαρᾶς δοχεῖον, σοί πρέπει χαίρειν μόνω. Ἰησοῦς.

Ὠδή ἅ΄. Ὁ Εἱρμός. Ἦχος δ΄.
Ἀνοίξω τό στόμα μου, καί πληρωθήσεται πνεύματος, καί λόγον ἐρεύξομαι, τῷ ζωηφόρω Σταυρῶ, καί ὀφθήσομαι, φαίδρως πανηγυρίζων, καί ἄσω γηθόμενος, τούτου τά θαύματα.

Τροπάρια
Χρηστοῦ σκῆπτρον ἅγιον, ἐμψυχωμένον σέ Πνεύματι, Σταυρέ πανσεβάσμιε, Ἑλένη βλέπουσα, προσεφώνει σοί• Χαῖρε Χριστοῦ ἡ δόξα, δί’ οὗ δόξαν ἅπαντες προσενεδύθημεν.
Ἀήττητος δύναμις, χαῖρε Σταυρέ τρισμακάριστε, τῶν πιστῶν δεομένων σου• χαῖρε ἡ μάχαιρα, ἡ ἐκκόπτουσα, τά κέρατα δαιμόνων• χαῖρε ἀγλαόκαρπον, δένδρον πανάγιον.
Ρέβδος ἡ βλαστήσασα, χαῖρε Χριστόν τόν ζωήρρυτον, καρπόν ἐξ οὗ τρώγοντες, ζωήν καρπούμεθα• χαῖρε ἔνδοξον, σημεῖον τοῦ Δεσπότου, ἀφ’ οὗ σαλευθήσονται γῆ καί οὐράνια.
Ἀγγέλων ἀγλάϊσμα, χαῖρε βροτῶν τά διασῶσμα, δαιμόνων πολυστόνον, τραῦμα πανύμνητε, ζωοπάροχε, Σταυρέ ἡ σωτηρία, καταπονουμένων τέ, καί ἡ ἀντίληψις.

Ὠδή γ΄. Ὁ Εἱρμός.
Τούς σούς ὑμνολόγους Ζωοδότα, ἰάσεων, ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον• καί ἐν τή θεία δόξη σου, στέφανων δόξης ἀξίωσον.

Τροπάρια
Σταυρέ ἡ ἀρχή τῆς σωτηρίας, Σταυρέ τῶν Μαρτύρων ἡ χαρά, κήρυγμα ἀποστόλων τέ, Ἐκκλησιῶν ὁμόνοια, σκέπε, φρούρει καί φύλαττε, τούς καυχωμένους τῷ κράτει σου.
Διώκονται φάλλαγγες δαιμόνων, τή σῆ σημειώσει δυνατέ• ὅθεν βοῶμεν χαῖρε σοί• Χαῖρε δί’ οὗ ἠνώθησαν, ἡ γῆ καί τά οὐράνια, καί ἐθεώθη ὁ ἄνθρωπος.
Ὁδός πρός μονάς τάς οὐρανίους ἀπάγουσα, χαῖρε τό λαμπρόν, τοῦ Ἰησοῦ μου τρόπαιον• χαῖρε ἡ ράβδος εὐθύτητος.
Χαῖρε, σύ ἡ ράβδος βασιλείας, δυνάμεως• χαῖρε τοῦ Χριστοῦ, ἡ ράβδος ἤν ἀπέστειλεν ἐκ τῆς Σιῶν ὁ Κύριος• χαῖρε φυτόν ἀθάνατον, ὑφ’ οὗπερ σκέπονται ἅπαντες.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τή Ὑπερμάχω...
Ὤ τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, ἀγαλλόμενοι τή θεία σου ἀνυψώσει. Ἀλλ’ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον,
περιφρούρει τέ καί σκέπε τή σή χάριτι, τοῖς σοί κράζοντας• Χαῖρε, Ξύλον μακάριον.

λιομορφος ὤφθη, ὁ Σταυρός ἐν τῷ κόσμω, καί πάντες φωτισμοῦ ἐμπλησθέντες, καί δραμόντες ὡς πρός ἀστέρα θεωρούσι τοῦτον ὡς καλῶν αἴτιον, ἐν ταῖς χερσί ταῖς θείαις
ὑψωθέντα• ὄν ὑμνοῦντες εἶπον•
Χαῖρε, αὐγή νοητοῦ Ἡλίου• χαῖρε, πηγή ἀκενώτου μύρου.
Χαῖρε, τοῦ Ἀδάμ καί τῆς Εὕας ἀνακλησις• χαῖρε, τῶν ἀρχόντων τοῦ ἅδου ἡ νέκρωσις.
Χαῖρε, ὅτι ἀνυψούμενος συνανυψοῖς νῦν ἠμάς• χαῖρε, ὅτι προσκυνούμενος καθαγιάζεις τάς ψυχᾶς.
Χαῖρε, τῶν Ἀποστόλων κοσμοκήρυκτον κλέος• χαῖρε, τῶν ἀθλοφόρων εὐμενέστατον σθένος.
Χαῖρε, Σταυρέ, Ἑβραίων ὁ ἔλεγχος• χαῖρε, πιστῶν ἀνθρώπων ὁ ἔπαινος.
Χαῖρε, δί’ οὐ κατεβλήθη ὁ ἄδης• χαῖρε, δί’ οὗ ἀνατέταλκε χάρις.

Χαῖρε, Ξύλον μακάριον.
Θεοβράβευτον Ξύλον, θεωρήσαντες πάντες, τή τούτου νῦν προσέλθωμεν σκέπη• καί ὡς ὅπλον κρατοῦντες αὐτό, δί’ αὐτοῦ τροποῦμεν τῶν ἐχθρῶν φάλαγγας, καί ψαύοντες τόν
ἄψαυστον, τοῖς χείλεσιν αὐτῶ βοώμεν•

Ἀλληλούια.
δε φῶς οὐρανόθεν, ὁ Κωνσταντῖνος ὁ μέγας, δεικνύμενον Σταυροῦ τό σημεῖον, δί’ ἀστέρων, ἐν ὤ καί νικᾶν πολεμίων πληθύν, ἔσπευσε τό Ξύλον φανερῶσαι, καί βοῆσαι πρός
αὐτό τοιαύτα•xristianos.gr
Χαῖρε, βουλῆς τῆς ἀρρήτου πέρας• χαῖρε, λαοῦ εὐσεβούντως κέρας.
Χαῖρε, πολεμίων ὁ τρέπων τάς φάλαγγας• χαῖρε, φλόξ καθάπερ φλέγων τούς δαίμονας.
Χαῖρε, σκῆπτρον ἐπουράνιόν του Βασιλέως τοῦ στρατού• χαῖρε, τρόπαιον ἀήττητόν του φιλοχρίστου στρατού•
Χαῖρε, ὁ τῶν βαρβάρων τήν ἀφρύν καταβάλλων• χαῖρε, ὁ τῶν ἀνθρώπων τάς ψυχᾶς περιέπων.
Χαῖρε, κακῶν πολλῶν ἀμυντήριον• χαῖρε, καλῶν πολλῶν βραβευτήριον.
Χαῖρε, δί’ οὗ Χριστοφόροι σκιρτώσι• χαῖρε, δί’ οὐ Ἰουδαῖοι θρηνούσι.

Χαῖρε, Ξύλον μακάριον.
Κλίμαξ οὐρανομήκης, ὁ Σταυρός τοῦ Κυρίου ἐγένετο• τούς πάντας ἀνάγων ἀπό γής πρός ὕψος οὐρανοῦ, τοῖς χοροῖς Ἀγγέλων συνοικεῖν πάντοτε, ἀφέντας τά νῦν ὄντα ὡς μή ὄντα,
καί εἰδότας ψάλλειν•

Ἀλληλούια.
Λάμψας φῶς ἐπί πάσιν, ὁ Σωτήρ τοῖς ἐν ἅδη ἐφώτισας τούς κάτω κειμένους• πυλωροί δέ ἅδου τήν αὐγήν μή ἐνέγκαντές σου, ὡς νεκροί πεπτώκασιν• οἱ τούτων δέ ρυσθέντες, νῦν
ὀρῶντες τόν Σταυρόν βοώσι•
Χαῖρε, ἀνάστασις τεθνεώτων• χαῖρε, παράκλησις τῶν πενθούντων.
Χαῖρε, τῶν ταμείων τοῦ ἅδου ἡ κένωσις- χαῖρε, Παραδείσου τρυφῆς ἡ ἀπόλαυσις.
Χαῖρε, ράβδος ἡ ποντίσασα τόν Αἰγύπτιον στρατόν• χαῖρε αὔθις, ἡ ποτίσασα Ἰσραηλίτην λαόν.
Χαῖρε, ἔμψυχον Ξύλον, τοῦ Ληστοῦ σωτηρία• χαῖρε, εὔοσμον ρόδον, εὐσεβῶν εὐωδιά.
Χαῖρε, τροφή πεινώντων ἐν πνεύματι• χαῖρε, σφραγίς, ἤν ἔλαβον ἄνθρωποι.
Χαῖρε, Σταυρέ, μυστυρίων ἡ θύρα• χαῖρε, ἐξ οὐ ρεῖθρα χέονται θεία.

Χαῖρε, Ξύλον μακάριον.
Μέλλοντος Μωϋσέως, τό πολύμοχθον γένος, λυτρώσασθαι ἐκ τοῦ λυμεῶνος, ἐπεδόθης ὡς ράβδος αὐτῶ, ἀλλ’ ἐγνώσθης τοῦτο καί Θεοῦ συμβολον• διόπερ κατεπλάγη σου Σταυρέ,
τήν δυναστείαν κράζων•

Ἀλληλούια.
Ὠδή δ΄. Ὁ Εἱρμός
Ὁ καθήμενος ἐν δόξη, ἐπί θρόνου Θεοτητος• ἐν Σταυροῦ τῷ ξύλω, ἦλθεν Ἰησοῦς ὁ ὑπερθεός, τή ἀκηράτω παλάμη, καί διέσωσε, τούς κραυγάζοντας• Δόξα Χριστέ τή δυνάμει σου.

Τροπάρια
Εὐφημοῦμεν σέ προθύμως, ὑποπόδιον λέγοντες, τῶν ποδῶν Κυρίου, ἐν ὤ προσκυνοῦμεν πανάγιε, χαῖρε Σταυρέ• καί ὑψοῦμεν τόν ὑψώσαντα, τήν πεσοῦσαν φύσιν παραβάσει
Προπάτορος.
Ἰορδάνης μαρτυρεῖ σου, τήν φρικτήν θείαν δύναμιν, Σταυρέ τοῦ Κυρίου, ἀναχαιτισθεῖς ὑπέρ λόγον τέ, καί τόπον δούς Πατριάρχη διαβαίνοντι, καί ἀνάξας τῷ Ἐλισσαιέ τό σιδήριον.
Ὄψεις χαῖρε ὁ κτιννύων, ἐν ἐρήμω βλεπόμενος• χαῖρε φῶς Κυρίου, τό φωτίζον πάντα τά περατα• χαῖρε ὁ σκόλοψ βαρβάρων, ἡ κατάλυσις, τῶν ξοάνων τέ, καί Ἰουδαίων ἀπώλεια.
Νῆσοι, ἤπειρος ἡ πάσα, σῶ τιμίω κλεΐζονται, κλέος οἰκουμένης, Σταυρέ ζωηφόρε ὀνόματι• ὕψωσον κέρας ἁπάντων, χριστωνύμων τέ, καί κατάβαλε τῶν ἐναντίον τό φρύαγμα.
Σοί βοῶμεν ὡς ἐμψύχω• Χαῖρε Ξύλον τρισόλβιον• χαῖρε ζωῆς Ξύλον• χαῖρε προσκυνούμενον πάντοτε, ὑπό Ἀγγέλων, ἀνθρώπων• χαῖρε καύχημα, οὐρανοῦ καί γής, σῶσον ἠμᾶς τή
δυνάμει σου.

Ὠδή ἐ΄. Ὁ Εἱρμός
Ἐξέστη τά σύμπαντα, ἐπί τή θεία δόξη σού• σύ γάρ τρισμακάριστον ὤ Ξύλον, ἔσχες εἰς ὕψος τόν ἐπί πάντων Θεόν, καί ἔδειξας ἄχρονον ἠμίν, πάσι τοῖς ὑμνούσι σέ, σωτηρίαν δωρούμενος.

Τροπάρια
Ὅπλον θεοχάλκευτον, ὁ θυρεός τῆς πίστεως, κράτος τό ἀκράδαντον ἐν μάχαις, Σταυρέ Κυρίου, χαῖρε ἡ δίστομος σπάθη τῶν πιστών• χαῖρε δί’ ἤς, Ἄγαρ κατασφάττεται, καί
ἐγείρονται τρόπαια.
Ἰσχύς καί ὀχύρωμα, ἀνθρώπων Σταυρέ τίμιε, κλίμαξ τόν Θεόν ἐστηριγμένον, ἐπί σέ ἔχουσα, χαῖρε τό κήρυγμα, πάντων Προφητών• χαῖρε δί’ οὗ ὁ κόσμος ἠγίασται, καί Σατᾶν
καταβέβληται.
Πάθος τό κεφάλαιον, παθῶν Κυρίου ἔνδοξε, χαῖρε τοῦ παθόντος ἑκουσίως, ἐξ οὗ τό θεῖον πόμα ἀνέβλυσε, πάσι τό πανάχραντον αὐτοῦ Αἷμα, καί ἐπιομεν, ἐκτακέντες οἱ ἄνθρωποι.
Ρείθροις θείου Αἵματος, ἐπαρδευθεῖς πανάγιε Σταυρέ, θεοτίμητε τούς πίστει, σῶζε κινδύνων, καί τοῦ λοιμοῦ καί λιμοῦ, βοώντας σοί• χαῖρε ἡ πηγή, ἄρδουσα τά σύμπαντα, τά
σωτήρια νάματα.
Εὐλόγησον Κύριε, τού σου Σταυροῦ τή χάριτι, τόν ἐνιαυτόν χρηστότητος, τούς ἱερέας, τούς βασιλεῖς, τόν στρατόν, πάντα περιούσιον λαόν, πιστῶς προσκυνοῦντάς σου, τόν
Σταυρόν τόν φωτομορφον.

Ὠδή στ’. Ὁ Εἱρμός
Τήν θείαν ταύτην καί παντιμον, τελοῦντες Ἑορτήν οἱ θεοφρονες τοῦ θεοδέγμονος, Σταυροῦ, τάς χείρας κροτήσωμεν, τόν ἐπ’ αὐτῶ τεθέντα Θεόν δοξάζοντες.

Τροπάρια
Πάσα ἡ γῆ προσκυνοῦμεν σέ, καί ψάλλομεν τῷ θείω ὀνόματι, σού Σταυρέ ὕψιστε, σεπτῶ Ἀγγέλοις ὑπάρχοντι, καί ψοβερῶ καυτοῖς τοῖς δαιμόνων ἄρχουσι.
Ἑλένη γῆθεν τό λάβαρον, ἐκλάμψαν βασιλείας τουπίσημον, Χριστιανῶν ἠμῶν, γνοῦσα τό, χαῖρε σοί ἔκραζε, χαῖρε ἠμῶν ἡ δόξα καί τό κραταίωμα.
Ἰδού καυτοί σοί κραυγάζομεν• χαῖρε Σταυρέ Κυρίου πανένδοξε• χαῖρε ἐλπίζω ἠμών• χαῖρε ὑψῶν ἠμᾶς ἅπαντας, τή παγκοσμίω ἤδη θεία ὑψώσει σου.
Χαρᾶς αἰτίου ὑπάρξαντος, πιστοί νῦν τή δυνάμει σου χαίρομεν, καί προσκυνοῦμεν σέ• χαῖρε λαμπτήρ παμφαέστατε• χαῖρε νηπίων φύλαξ καί πολυΰμνητε.

Τό Κοντάκιον
Ὤ τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, ἀγαλλόμενοι τή θεία σου ἀνυψώσει. Ἄλλ" ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον,
περιψρούρει τέ καί σκέπε τή σή χάριτι, τοῖς σοί κράζοντας• Χαῖρε, Ξύλον μακάριον.

Εἴτα ἑτέρους ἐξ Οἴκους
Νόμον ὁ ἐν Σιναίω, τῷ Θεόπτη δούς πάλαι, Σταυρῶ ἐθελοντί προσηλοῦται, ὑπέρ ἄνομων ἀνόμως ἀνδρῶν, καί κατάραν νόμου παλαιάν ἔλυσεν, ἴνα Σταυροῦ τήν δύναμιν ὀρῶντες,
ἅπαντες νῦν, βοώμεν•
Χαῖρε, ἀνόρθωσις πεπτοκότων• χαῖρε, κατάπτωσις κοσμολάτρων.
Χαῖρε, Ἀναστάσεως Χριστοῦ τό ἐγκαίνισμα• χαῖρε, μοναζόντων τό θεῖον ἐντρύφημα.
Χαῖρε, δένδρον εὐσκιόφυλλον, ὑφ’ οὗ σκέπονται πιστοί• χαῖρε, ξύλον προφητόφθεγκτον, πεφυτευμένον ἐν γῆ.
Χαῖρε, τῆς Βασιλείας κατ’ ἐχθρῶν συμμαχία• χαῖρε, τῆς πολιτείας κραταιά προστασία.
Χαῖρε, Κριτού δικαίου φανέρωσις• χαῖρε, βροτῶν πταιόντων κατάκρισις.
Χαῖρε, Σταυρέ, ὀρφανῶν ἀντιλῆπτορ• χαῖρε, Σταυρέ, πλουτιστά τῶν πενήτων.

Χαῖρε, Ξύλον μακάριον.
Ξένον θαῦμα ἰδόντες, ξένον βίον βιῶμεν, τόν νοῦν εἰς οὐρανόν ἀνυψοῦντες• διά τοῦτο γάρ ἐν τῷ Σταυρῶ ὁ Χριστός ἐπάγη, καί σαρκί πέπονθε, βουλόμενος ἐλκύσαι πρός τό ὕψος,
τούς αὐτῶ βοώντας•

Ἀλληλούια.
λος ἦλθεν ἐξ ὕψους, τήν Θεότηταν ἔχων, ὁ μόνος προαιώνιος Λόγος• καί τεχθεῖς ἐκ Παρθένου Μητρός, καί φανεῖς τῷ κόσμω ταπεινός ἄνθρωπος, Σταυρόν καταδεξάμενος,
ἐζώωσε αὐτῶ βοώντας•
Χαῖρε, Σταυρέ τῆς εἰρήνης ὅπλον• χαῖρε, βαλβίς τῶν ὁδοιπορούντων.
Χαῖρε, σωζομένων σοφία καί στήριγμα• χαῖρε, ἀπολλυμένων μωρία καί σύντριμμα.
Χαῖρε, εὔκαρπον, ἀθάνατον, καί ζωηφόρον φυτόν• χαῖρε ἄνθος, ὅπερ ἤνθησε τήν σωτηρίαν ἠμῶν.
Χαῖρε, ὅτι συνάπτεις τά ἐν γῆ σύν τοῖς ἄνω• χαῖρε, ὅτι φωτίζεις τάς καρδίας τῶν κάτω.
Χαῖρε, δί’ οὗ φθορά ἐξωστράκισται• χαῖρε, δί’ οὗ ἡ λύπη ἠφάνισται.
Χαῖρε, κάλων μυριάριθμος ὄλβος• χαῖρε, πιστῶν μυριώνυμον εὖχος.

Χαῖρε, Ξύλον μακάριον.
Πέπτωκε τῶν δαιμόνων, ἡ παμβέβηλος φάλαγξ, καί γένος τῶν Ἑβραίων ἠσχύνθη, προσκυνούμενον τόν Σταυρόν παρά πάντων, μετά πόθου βλέποντες, ἀεί δέ ἀναβλύζοντα
ἰάματα τοῖς ἐκβοῶσιν.

Ἀλληλούια.
Ρεύματα συνεστάλη, λογισμῶν κακοδόξων, παγέντος σου Χριστέ ἐπί ξύλου• ἀπορούσι γάρ ὄντως τό, Πώς καί Σταυρόν ὑπέστης, καί φθοράν πέφευγας• ἠμεῖς δέ τήν Ἀνάστασιν
δοξάζοντες, ἀναβοῶμεν.
Χαῖρε, σοφίας Θεοῦ τό ὕψος• χαῖρε, προνοίας αὐτοῦ τό βάθος.xristianos.gr
Χαῖρε, μωρολόγων ἀλόγων ἡ ἅγνοια• χαῖρε, μαντιπόλων ἀφρόνων ἀπώλεια.
Χαῖρε, ὅτι τήν Ἀνάστασιν ἐμφανίζεις τοῦ Χριστού• χαῖρε, ὅτι τά παθήματα ἀνακαινίζεις αὐτοῦ.
Χαῖρε, τῶν πρωτοπλάστων τήν παράβασιν λύσας• χαῖρε, τοῦ Παραδείσου τάς εἰσόδους ἀνοίξας.
Χαῖρε Σταυρέ, τοῖς πάσι σεβάσμιε• χαῖρε, ἐθνῶν ἀπίστων ἀντίπαλε. Χαῖρε Σταυρέ, ἰατρέ τῶν νοσούντων• χαῖρε, ἀεί βοηθέ τῶν βοώντων.

Χαῖρε, Ξύλον μακάριον.
Σῶσαι θέλων τῶν κόσμσν, ὁ τοῦ κόσμου κοσμήτωρ, κατῆλθε πρός αὐτόν ἀπορρήτως• καί Σταυρόν ὑπέστη, Θεός ὧν, δί’ ἠμᾶς, τά πάντα καθ’ ἠμᾶς δέχεται• διό καί λυτρωσάμενος
ἠμᾶς, ἀκούει παρά παντων•

Ἀλληλούια.
Ὠδή ζ’. Ὁ Εἱρμός
Οὐκ ἐλάτρευσαν, τή κτίσει οἱ θεοφρονες, παρά τόν Κτίσαντα• ἀλλά πυρός ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον• Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος καί Θεός
εὐλογητός εἰ.

Τροπάρια
Ἀναφέρουσα, ἐκ γής πρός τά οὐράνια, χαῖρε ἡ γέφυρα• χαῖρε σημεῖον ἐν ὤ, φλογίνη ρομφαία μέν ὑποκεχώρησε. Ληστής ἦλθε δέ, χαίρων εἰς τόν Παραδεισον• Ἀνυμνῶ τήν δύναμίν σου.
Ἱερέων ἡ εὐπρέπεια ζωήρρυτε, χαῖρε θεμέλιόν της Ἐκκλησίας ἠμῶν, γαλήνη τοῦ συμπαντος• χαῖρε ἀνάκλησις, μετανοίας τέ, καί παρθενίας τήρησις• χαῖρε ξύλον ἀφθαρσίας.
Ρόδον εὔοσμον, ἄνθος χαῖρε ἀμάραντον, ράβδος βλαστήσασα τῆς σωτηρίαν ἠμών• Ζωῆς χαῖρε τράπεζα, παρατιθέμενον, ἄρτον ἔχουσα• χαῖρε τροφή πεινώντων τέ καί λιμήν χειμαζομένων.
Εὐφημεῖ σέ, μακαρίζοντα τά πέρατα, καί ἀνακράζει σοί• Χαῖρε τό ἅρμα Θεοῦ, ἐν ὤ περιέδραμεν ἀγαλλιώμενος, ὥσπερ γίγας τίς, τόν οὐρανόν, τήν ἄβυσσον, ἕως ἄκρων οὐρανίων.
Ἰλαστήριον, ἁπάντων χαῖρε τίμιε• χαῖρε ἡ σύστασις, παντός του κόσμου Σταυρέ, δί’ οὗ ὑψουμένου τέ συνανυψούμεθα, καί διάβολος, πίπτει εἰς ἅδου πέταυρον, τῷ αὐτῶ ἠτοιμασμένον.

Ὠδή ἡ΄. Ὁ Εἱρμός
Παίδας εὐαγεῖς ἐν τή ἀβύσσω, ὁ τύπος τοῦ θεοδόχου διεσώσατο, τότε μέν τυπούμενος• νῦν δέ ἐνεργούμενος, τήν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν• τόν Κύριον ὑμνεῖτε τά
ἔργα, καί ὑπερυψοῦτε εἰς πάντας τούς αἰώνας.

Τροπάρια
Ναμάτων πηγῆς ἐκ σωτηρίου, τοῦ θείου Σταυροῦ, πλουσίως ἀρυσώμεθα, θεορρύτων ἅπαντες, τῆς πλευρᾶς τοῦ πλάσαντος, ἠμᾶς προθύμως κράζοντες καί πιστεῖ ψάλλοντες•
Τόν Τίμιον ὑμνοῦμεν Κυρίου, καί ὑπερυψοῦμεν Σταυρόν εἰς τούς αἰώνας.
Μέσον οὐρανοῦ καί γής ἱδρυθῆς, ὡς κλίμας Σταυρέ Κυρίου ὡραιότατε, ἴνα ἀνατρέχωμεν πρός τά ἐπουράνια, διά τῆς σῆς οἱ ἄνθρωποι ἀνόδου, ψάλλοντες• Τόν Τίμιον Σταυρόν
ἀνυμνοῦμεν, καί ὑπερυψοῦμεν εἰς πάντας τούς αἰώνας.
Ὁ τόπος Κυρίου, οὗ οἱ πόδες, οἱ ἅγιοι σοί πρός σωτηρίαν ἔστησαν• ὅθεν προσκυνοῦμεν σέ, Σταυρέ ἡλιομορφε, τῶν ἀσκητῶν ἐντρύφημα, τοῦ Παντοκράτορος, ἡ ἔκλαμπρος
σημαία τῆς νίκης, κατά τοῦ Βελιάρ, ἡ θεοδόχος κλίνη.
Νεκροί διά σου ζωοποιούνται• θανάτου καί γάρ τόν νεκρωτήν ἐβάστασας• τυφλοί ἀναβλέπουσιν, ὦτα διανοίγονται, δαίμονες διώκονται, πάθη ἀφίστανται, μυρίων ἀγαθῶν
ταμειοῦχε, Σταυρέ τοῦ Σωτῆρος, ἡ κλεῖς τοῦ Παραδείσου.
Ὤφθης Κωνσταντίνω τῷ μεγάλω, τῷ κράτορι εὐσεβείας, ὤ πανέβαστε, Σταυρέ θεοδώρητε, καί πανυπερθαύμαστε, ἡλιακῶν λαμπρότερος βολίδων• ὅθεν σέ τόν Κύριον ὑμνοῦμεν
τόν δόντα, καί ὑπερυψοῦμεν εἰς πάντας τούς αἰώνας.

Ὠδή θ΄. Ὁ Εἱρμός
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τά ἱερά θαυμάσια της Θεομήτορος, καί βοάτω• Χαίροις παμμακάριστε,
Θεοτόκε ἁγνή ἀειπάρθενε.

Τροπάρια
Ἴθυνον ἠμῶν, Σταυρέ παμμακάριστε, τῶν προσκυνούντων σέ, πρός τά ἐντολᾶς Χριστοῦ, τήν ζωήν, ἴνα σοί Χαῖρε κράζωμεν• χαῖρε κατάρας λύτρωσις, ὡς ταννυσθέντος σοί, τοῦ
Κυρίου καί κατάραν λύσαντος, εὐλογίαν ἠμίν ἀντεισάξαντος.
Ἤρθη ἐπί γής, ἁπάσης ἡ δόξα σου, Σταυρέ καί ἐπλησε, καί τά ἐπουράνια• διό σοί, Χαῖρε ἀεί κραυγάζομεν• χαῖρε, δί’ οὐ ἐσώθημεν, τά ἔθνη ἅπαντα, προσκυνοῦντες, Τριάδα
ἀχώριστον, τόν Πατέρα, Υἱόν σύν τῶν Πνεύματι.
Σύ εἰ ὁ Σταυρός, δί’ οὗ πάλαι ἔσχισε, Μωυσῆς τήν θάλασσαν• σύ εἰ ἡ ἐκφυήσασα, Ἀαρωνίτις ἡ ράβδος τά κάρυα• σύ τό γλύκαναν ξύλον Μέρας τά νάματα• σοί βοώμεν• Χαίροις
προφητόφθεγκτε, αὐτουργέ τεραστίων ἑκάστοτε.
Ὅλης ἐκ ψυχῆς, τό Χαῖρε σοί κράζομεν, Σταυρέ πανάγιε, καί κατασφραγίζομεν, αὐτούς, καί πόλεις πλοῖα τέ, καί ἱερά, καί ἅπαντα τά ἐγχειρήματα, σού τό θεῖον, ὄνομα χαράττοντες,
πεποιθότες ἐν σοῖ καί τροπούμενοι.
Ὕψωσον Χριστέ, ἠμῶν λατρευόντων σοί, καί προσκυνούντων σου, τόν ζωοποιόν Σταυρόν, καί τά φρικτά σοί, θεία παθήματα, τήν πολιτεία• θραῦσον δέ, τούς ἀντιλέγοντας, ἴνα
γνῶσι, πάντες τήν ἀήττητον, τοῦ Τιμίου Σταυροῦ σου τήν δύναμιν.
Σῶσον μέ Μητρός, τή χαρίτι δέομαι τῆς παναχράντου σου, καί ζωοποιοῦ Σταυροῦ, θεία δυνάμει, ὄν καί ὑπέμεινας, ὤ Ἰησοῦ μακρόθυμε, καί πολυέλεε, ἴνα σώσης, ρεῦσον τό εἰκόνα
σήν, καί ὁμοίωσιν φέρον πλαστούργημα.

Κοντάκιον
Ὤ τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, ἀγαλλόμενοι τή θεία σου ἀνυψώσει. Ἀλλ’ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον,
περιψρούρει τέ καί σκέπε τή σή χάριτι, τοῖς σοί κράζοντας• Χαῖρε, Ξύλον μακάριον.

Εἴτα τούς λοιπούς ἕξ Οἴκους
Τεῖχος τῆς οἰκουμένης, ὤ Σταυρέ ζωηφόρε, ἀπόρθητον καί θεῖον νοούμεν• ὁ γάρ τοῦ οὐρανοῦ καί τῆς γής, κατασκευάσας σέ Ποιητής, τάννυσι τάς χείρας, ξένον ἄκουσμα• καί
ἅπαντας ἐκφωνεῖν διδάσκει•
Χαῖρε, ἡ βάσις τῆς εὐσεβείας• χαῖρε, τό νίκος τῆς κληρουχίας.
Χαῖρε, Ἀμαλήκ νοητόν ὁ τροπούμενος• χαῖρε, Ἰακώβ ταῖς χερσί προτυπούμενος.
Χαῖρε, σύ γάρ ἀνεμόρφωσας τάς παλαιτάτας σκιάς• χαῖρε, σύ γάρ ἀνεπλήρωσας προψητοφθέγκτους φωνᾶς.
Χαῖρε, ὁ τόν Σωτήρα τῶν ἁπάντων βαστάσας• χαῖρε, ὁ τόν φθορέα τῶν ψυχῶν καταργήσας.
Χαῖρε, δί’ οὗ Ἀγγέλοις ἠνώθημεν• χαῖρε, δί’ οὗ φωτί κατηυγάσθημεν.
Χαῖρε, σέ γάρ προσκυνοῦμεν τιμώντες• χαῖρε, σοί γάρ προσφωνοῦμεν βοώντες•

Χαῖρε, Ξύλον μακάριον.
μνος ἅπας μειοῦται, συνακολουθεῖν θέλων, τῷ πληθεῖ τῶν πολλῶν σου θαυμάτων• ἐγκωμίων πληθύν καί γάρ ἄν προσάξωμεν σοί, ὤ Σταυρέ τίμιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν
δέδωκας ἠμίν• ἀλλ’ οὔν βοώμεν•

Ἀλληλούια.
Φωτοπάροχον αἴγλην, τοῖς ἐν σκότει δωρεῖται, Σταυρός ὁ ζωοδώρητος οὔτος• τό γάρ ἄϋλον δέδεκται φῶς, καί πρός γνῶσιν θείαν δαδουχεῖ ἀπαντας• ὑψοί δέ νῦν ὑψούμενος τόν
νοῦν ἠμῶν, ἀναμέλπειν ταύτα•
Χαῖρε, φωστήρ, τοῖς ἐν σκότει φαίνων• χαῖρε, ἀστήρ τόν κόσμον αὐγάζων.
Χαῖρε, ἀστραπή, χριστοκτόνους ἀμβλύνουσα• χαῖρε, ἡ βροντή, τούς ἀπίστους ἐκπλήττουσα.
Χαῖρε, ὅτι κατελάμπρυνας Ὀρθοδόξων τους χορούς, χαῖρε, ὅτι κατηδάφισας τῶν εἰδώλων τούς βωμούς.
Χαῖρε, οὗπερ ὁ τύπος οὐρανόθεν ἐφάνη• χαῖρε, οὗπερ ἡ χάρις πονηρίας ἐλαύνει.
Χαῖρε, σαρκός σημαίνων τήν νέκρωσιν• χαῖρε, παθῶν ὁ κτεΐνων ἐπέγερσιν.
Χαῖρε, ἐν ὤ ὁ Χριστός ἐσταυρώθη• χαῖρε, δί’ οὗ πᾶς ὁ κόσμος ἐσώθη.

Χαῖρε Ξύλον, μακάριον.
Χάριν δοῦναι θελήσας, ὁ Χριστός τοῖς ἀνθρώποις, τάς χείρας ἐπί ξύλου ἐκτείνει, καί τά ἔθνη πάντα συγκαλεῖ, καί βασιλείαν πάσιν οὐρανῶν δίδωσι, τοῖς μέλπουσι τόν ὕμνον
ἐπαξίως, καί πιστῶς βοώσιν•

Ἀλληλούια.
Ψάλλοντές σου τόν ὕμνον, εὐφημοῦμεν ἐκ πόθου, ὡς ἔμψυχον Κυρίου σέ Ξύλον• ἐπί σοῖ γάρ πάγεις ἐν σαρκί, ὁ δεσπόζων τῶν δυνάμεων, ἠγίασεν, ἐδόξασεν, ἐδίδαξε βοάν σοί ταύτα•
Χαῖρε, Σταυρέ, νοητή ρομφαία• χαῖρε, Ἁγίων ἅγιον βλέμμα.
Χαῖρε, Προφητῶν καί Δικαίων προκήρυγμα• χαῖρε, τοῦ Χριστοῦ λαμπροφόρον στρατήγημα.
Χαῖρε, κάλλος καί διάδημα βασιλέων εὐσεβών• χαῖρε, κράτος καί ὀχύρωμα ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς ἀληθείας εὐκλεέστατος κόσμος• χαῖρε, τῆς σωτηρίας εὐτυχέστατος ὅρμος.
Χαῖρε, φαιδρόν ἁπάντων ἀγλάισμα• χαῖρε, υἱῶν τῆς Ἄγαρ φυγάδευμα.
Χαῖρε, φωτός ἀκηράτου λυχνία• χαῖρε, ψυχῆς τῆς ἐμῆς θυμηδία.

Χαῖρε Ξύλον, μακάριον.
πανύμνητον Ξύλον, τό βαστάσαν τόν πάντων Ἁγίων, ἁγιώτατον Λόγον (τρίς)• δεδεγμένων ἠμῶς τά λιτᾶς, ἀπό πάσης ρύσαι συμφορᾶς ἅπαντας, καί αἰωνίου λύτρωσαι κολάσεως
τούς σοί βοώντας•

Ἀλληλούια.
γγελοι οὐρανόθεν, ἀοράτως κυκλούσι, Σταυρόν τόν ζωηφόρον ἐν φόβω• καί φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται, καί ἵστανται
βοῶντες πρός αὐτόν τοιαύτα•
Χαῖρε, Σταυρέ, οἰκουμένης φύλαξ• χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα• χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τά πέρατα.
Χαῖρε, ξύλον ζωομύριστον, καί θαυμάτων θησαυρέ• χαῖρε, συνθετοτρισόλβιε, καί χαρίτων παροχεύ.
Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θείον• χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.
Χαῖρε, κρατήρ τοῦ νέκταρος ἔμπλεως• χαῖρε, λαμπτήρ τῆς ἄνω λαμπρότητος.
Χαῖρε, δί’ οὗ εὐλογεῖται ἡ κτίσις• χαῖρε, δί’ οὗ προσκυνεῖται ὁ Κτίστης.

Χαῖρε, Ξύλον μακάριον.
Κοντάκιον
Ὤ τρισμακάριοτε Σταυρέ καί πανσεβάσμιε, σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, ἀγαλλόμενοι τή θεία σου ἀνυψώσει. Ἀλλ’ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον,
περιψρούρει τέ καί σκέπε τή σή χάριτι, τοῖς σοί κράζοντας• Χαῖρε, Ξύλον μακάριον.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Κοντάκιον
Ὤ τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, ἀγαλλόμενοι τή θεία σου ἀνυψώσει. Ἀλλ’ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον,
περιψρούρει τέ καί σκέπε τή σή χάριτι, τοῖς σοί κράζοντας• Χαῖρε, Ξύλον μακάριον
.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Πηγή : xristianos.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου