Δευτέρα, 3 Δεκεμβρίου 2012

Η ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΑΓΙΑ ΒΑΡΒΑΡΑ




ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΒΑΡΒΑΡΑΝ


Υπό Γερασίμου Μοναχού Μικραγιαννανίτου

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.


Ὁ Ἀναγνώστης: Ἀμήν.

Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.

Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.


Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος, και ηκηδίασεν επ` εμέ το πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμά μου. Μη αποστρέψης το πρόσωπόν σου απ` εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωΐ το έλεός σου, ότι επί σοί ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον. Δίδαξόν με του ποιείν το θέλημά σου, ότι σύ ει ο Θεός μου. Το πνεύμά σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός σου , Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου. Και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σου ειμί.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.


Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.


Ως αθληφόρος ευκλεής του Σωτήρος, και των θαυμάτων ανεξάντλητος κρήνη, και βοηθός ημών εν περιστάσεσι, πρόφθασον και λύτρωσαι, λοιμικών νοσημάτων, και πάσης στενώσεως, και ανάγκης και βλάβης, τους αδιστάκτω πίστει και στοργή, εξαιτουμένους, Βαρβάρα, την χάριν σου.


Θεοτοκίον.



Ου σιωπήσωμεν ποτε Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ειμή γαρ σύ προϊστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ουκ αποστώμεν Δέσποινα εκ σού. Σούς γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.


Είτα τον Ν’. Ψαλμόν.



Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνόν με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί δια παντός. Σοί μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου, και το Πνεύμά σου το άγιον μη αντανέλης απ` εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και Πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαί με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου.Ότι, ει ηθέλησας θυσίαν έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.




Ωδή Α`. ΄Ηχος πλ.δ`. Υγράν διοδεύσας.



Ιάματα βλύζουσα κρουνηδόν, ψυχών θεραπεύεις, και σωμάτων πάθη δεινά, των πίστει και πόθω προσιόντων, Μεγαλομάρτυς Βαρβάρα, τη σκέπη σου.


Αθλήσεως μάρτυς ταις αστραπαίς, σκεδάζεις πνευμάτων, ακαθάρτων τον σκοτασμόν, και ρώσιν και χάριν και υγείαν, τοις εν νυκτί ανατέλλεις των θλίψεων.


Συνούσα αλήκτως τω ποιητή, απαύστως δυσώπει, παρρησία μαρτυρική, ημάς εκλυτρούσθαι Αθληφόρε, των εν τω βίω κινδύνων και θλίψεων.


Θεοτοκίον



Αφθόρως τεκούσα σωματικώς, τον πάντων Δεσπότην αφθαρτίζοντα τον Αδάμ, κεχαριτωμένη Θεοτόκε, φθοροποιών νοημάτων με λύτρωσαι.

 



Ωδή Γ`. Ουρανίας αψίδος.


Ιαμάτων την χάριν, παρά Χριστού είληφας, όθεν τας πολλάς μου οδύνας και τα συντρίμματα, μάρτυς θεράπευσον, και της ψυχής μου την λύπην, εις χαράν μετάβαλε, Βαρβάρα ένδοξε.


Μαρτυρίου την τρίβον, περιφανώς ήνυσας, όθεν προς οδόν την ευθείαν, ημάς κυβέρνησον, των εντολών του Θεού, εξ ατραπών απωλείας, τη προμηθεστάτη σου, Βαρβάρα χάριτι.


Ασθενείαις βαρείαις, και αλγεινοίς πάθεσι, δια παραπτώσεων πλήθος, δεινών ετάζομαι, όθεν κραυγάζω σοι, τον της οδύνης μου πόνον, κούφισον πανεύφημε, Θεία σου χάριτι.


Θεοτοκίον.



Ρυπωθείς τη κακία, το της ψυχής έσβεσα, κάλλος και ημαύρωσα Κόρη, πράττων τα άτοπα. Σύ ουν με λύτρωσαι, της πονηράς συνηθείας, και της μετανοίας μου, το φως ανάτειλον.


Διάσωσον Μεγαλομάρτυς Βαρβάρα, τους σούς οικέτας, πάσης βλάβης και νοσημάτων και θλίψεων, και τοις θερμώς σε καλούσιν αεί βοήθει.


Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.



Ήχος Β`. Πρεσβεία θερμή.



Θαυμάτων πηγάς, Βαρβάρα αναβλύζουσα, προφθάνεις θερμώς, τους επιβοωμένους σου, το όνομα το άγιον, και διώκεις λοιμώδη νοσήματα, δια τούτο βοώμέν σοι σεμνή. Της τούτων ημάς ρύμης διάσωζε.

 



Ωδή Δ`. Εισακήκοα Κύριε.



Τας ενέδρας του δράκοντος, ας τεκταίνει μάρτυς καθ` ημών σύντριψον, τη ταχεία αντιλήψει σου, και της τούτου βλάβης ημάς απάλλαξον.


Υποπέσας ταις θλίψεσιν, ως παραπικράνας Χριστόν τον εύσπλαχνον, εκ καρδίας ανακράζω σοι. Λύσον ω Βαρβάρα, την αθυμίαν μου.


Σωτηρίαν εξαίτησαι, και αρρωστημάτων την απολύτρωσιν, και ειρήνην τε και έλεος, τοις σε ανυμνούσι, Βαρβάρα πάνσεμνε.


Θεοτοκίον.



Της ψυχής μου την κάκωσιν, ίασαι Παρθένε τη σή Χρηστότητι, και παθών με σκότους λύτρωσαι, τη φωτοχυσία της προνοίας σου.

 



Ωδή Ε`. Φώτισον ημάς.



Η Θεοειδής, αρωγή σου ημίν γένοιτο, ώσπερ αύρα εναψύξεως σεμνή, πειρασμών αποσβεννύουσα τον καύσονα.


Νόσων χαλεπών, και ποικίλων περιστάσεων, και δεινών επιβουλών και αναγκών, ανωτέρους, ω Βαρβάρα ημάς φύλαττε.


Σκέπη αρραγής, και προστάτις και αντίληψις, και θερμή προς τον Χριστόν καταλλαγή, ημίν έσο εν τω βίω καλλιπάρθενε.


Θεοτοκίον.



Ύψωσον ημάς την διάνοιαν, Πανάμωμε, εξ υλώδους προσπαθείας μοχθηράς, αγίας αναβάσεις Θείου έρωτος.

 



Ωδή στ`. Την δέησιν εκχεώ.



Νοσήματα χαλεπά και χρόνια, θεραπεύουσα τη σή προστασία, της τούτων βλάβης ημάς ανωτέρους, Μεγαλομάρτυς Βαρβάρα διάσωζε, και πρέσβευε τω Ποιητή, των πταισμάτων ημίν δούναι άφεσιν.


Την δέησιν της ψυχής μου πρόσδεξαι, ως θυμίαμα ευώδες Βαρβάρα, και δυσωδίας παθών ακαθάρτων, την μολυνθείσαν καρδίαν μου κάθαρον, και του νοός μου τας πολλάς, εκτροπάς επανόρθωσον δέομαι.


Ρυσθήναί με των εν βίω θλίψεων, και παντοίων αναγκών και κινδύνων, και ψυχικής αθυμίας και λύπης, τον προσιόντα θερμώς τη πρεσβεία σου, τον σόν Νυμφίον Ιησούν, εκδυσώπει Βαρβάρα εκάστοτε.


Θεοτοκίον.



Ιάτρευσον την νοσούσαν ψυχήν μου, μυστική επισκοπή σου Παρθένε, και τας του σώματος παύσον οδύνας, και των πταισμάτων μοι δώρησαι άφεσιν. Σύ γαρ προστάτις μου θερμή, και εν σοί πεποιθώς διασώζομαι.


Διάσωσον Μεγαλομάρτυς Βαρβάρα τους σούς οικέτας, πάσης βλάβης και νοσημάτων και θλίψεων, και τοις θερμώς σε καλούσιν αεί βοήθει.


Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ` εσχάτων των
ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.



Ήχος Β`. Τοις των αιμάτων σου.



Θαυματουργίαις πολλαίς διαλάμπουσα, των νοσημάτων εξαίρεις τον καύσονα, και την υγείαν βραβεύεις τοις πάσχουσι, Παρθενομάρτυς Βαρβάρα εκάστοτε, διο σου την χάριν κηρύττομεν.

 



Προκείμενον.



Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.



Στίχος· Θαυμαστός ο Θεός εν τοις Αγίοις αυτού.


Ευαγγέλιον


Εκ του κατά Μάρκον ( Ε’. 24-34 ).


Τω καιρώ εκείνω, ηκολούθει τω Ιησού όχλος πολύς και συνέθλιβον αυτόν. Και γυνή τις ούσα εν ρύσει αίματος, έτη δώδεκα, και πολλά παθούσα υπό πολλών ιατρών, και δαπανήσασα τα παρ` εαυτής πάντα, και μηδέν ωφεληθείσα, αλλά μάλλον εις το χείρον ελθούσα, ακούσασα περί του Ιησού, ελθούσα εν τω όχλω όπισθεν, ήψατο του ιματίου αυτού. Έλεγε γαρ εν εαυτή, ότι καν των ιματίων αυτού άψωμαι, σωθήσομαι. Και ευθέως εξηράνθη η πηγή του αίματος αυτής, και έγνω τω σώματι, ότι ίαται από της μάστιγος. Και ευθέως ο Ιησούς επιγνούς την εαυτώ την εξ αυτού δύναμιν εξελθούσαν, επιστραφείς εν τω όχλω, έλεγε: Τις μου ήψατο των ιματίων; Και έλεγον αυτώ οι μαθηταί αυτού. Βλέπεις τον όχλον συνθλίβοντά σε και λέγεις, τις μου ήψατο; Και περιεβλέπετο ιδείν την τούτο ποιήσασαν. Η δε γυνή φοβηθείσα και τρέμουσα, ειδυία ο γέγονεν επ` αυτή, ήλθε και προσέπεσεν αυτώ, και είπεν αυτώ πάσαν την αλήθειαν. Ο δε είπεν αυτή: Θύγατερ, η πίστις σου σέσωκέ σε, ύπαγε εις ειρήνην, και ίσθι υγιής από της μάστιγός σου.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. 


Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

 


Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Προσόμοιον.


Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι…



Νύμφη πανακήρατος, του Βασιλέως της δόξης, παρθενία λάμπουσα, και στερράς αθλήσεως τοις παλαίσμασιν, αληθώς πέφηνας, Βαρβάρα Θεόφρον, δια τούτο σού δεόμεθα, πάσης στενώσεως και επηρειών του αλάστορος, λυμαντικών παθήσεων, και φθοροποιών τε μολύνσεων, αβλαβείς συντήρει, ημάς τους προσιόντας σοι πιστώς, και την θερμήν σου βοήθειαν, αιτούντας εκάστοτε.

 



Ωδή ζ`. Οι εκ της Ιουδαίας.



Βοηθούσα μη παύση, τοις εν πόνοις τελούσι και περιστάσεσι, και ρώσιν και υγείαν, και άφεσιν πταισμάτων, τη πρεσβεία σου νέμουσα, Βαρβάρα νύμφη Χριστού, τοις σε υμνολογούσι.


Ηδοθείσά σοι χάρις, υπέρ ήλιον πάσι της προστασίας σου, απλούσα τας ακτίνας, παθών την σκοτομήνην, και δεινών την επίλυσιν, διασκεδάζει αεί, Βαρβάρα καλλιμάρτυς.


Νεκρωθείς τη κακία, αρρωστήμασι πλείστοις νυν κατατρύχομαι, αλλ` ω Μεγαλομάρτυς,επίφανον υψόθεν, την θερμήν σου αντίληψιν, και των πολλών μου κακών, ρυσθήσομαι εν τάχει.


Μολυσμών ακαθάρτων, και παθών ανιάτων, ημάς απάλλαξον, χαράν και ευφροσύνην, και πάσαν αφθονίαν, των καλών πρυτανεύουσα, Βαρβάρα νύμφη Χριστού, τοις σε ανευφημούσι.


Θεοτοκίον



Ομβροφόρε νεφέλη, τον σωτήριον όμβρον σύ υετίσασα, κατάρδευσον τον νούν μου, αϋλοτάτοις ρείθροις μητρικής σου χρηστότητος, ευλογημένη Αγνή, ίνα σε μεγαλύνω.

 


 
Ωδή Η`. Τον Βασιλέα.



Ύδασι θείοις , της σής λαμπράς προμηθείας, των παθών ημών ατάσβεσον την φλόγα, ίνα σε τιμώμεν Βαρβάρα Αθληφόρε.


Γενού μοι Μάρτυς, καταφυγή εν ανάγκαις, αντίληψις εν λυπηροίς του βίου, και εν τοις κινδύνοις, προπύργιον Βαρβάρα.


Έχουσα Μάρτυς, πλουσίαν χάριν Θεόθεν, ενεργείς αεί εν θαύμασιν ιάσεις, και δεινών εξαίρεις ημάς τους σούς οικέτας.


Ρείθροις αϋλοις, των δωρημάτων σου Μάρτυς, εναπόπλυνον τα έλκη της ψυχής μου, και υγείαν δός μοι τω πάσχοντι αθλίως.


Θεοτοκίον



Αγνή Παρθένε, καθάγνισον την ψυχήν μου, και καταύγασον τον νουν μου τη σή δόξη, ως αν εκτινάξω τον κάρον της απάτης.

 


 
Ωδή Θ`. Κυρίως Θεοτόκον.



Σωμάτων ασθενείας, και τας καχεξίας, τας ανιάτους ιάσαι εκάστοτε, των προσιόντων Βαρβάρα τη προστασία σου.


Ισχύν την του Βελίαρ, θραύσον Αθληφόρε, την καθ` ημών κινουμένην και αίτησαι, την των πταισμάτων Βαρβάρα ημίν συγχώρησιν.


Μεγίστη σου η χάρις, πάντας γαρ προφθάνεις, τους προσφωνούντας την κλησίν σου ένδοξε, και βοηθείας ορέγεις χείρα τοις πάσχουσι.


Οδόν με προς ευθείαν, έλκυσον Βαρβάρα, εκ των βαράθρων της πλάνης και σύντριψον, την κατ` εμού του δολίου μανίαν δέομαι.


Θεοτοκίον.



Υψίστου Θείε Θρόνε, Κεχαριτωμένη, από κοπρίας παθών με ανύψωσον, προς αρετών αναβάσεις τη σή χρηστότητι.

 



Άξιόν έστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την Αειμακάριστον και Παναμώμητον, και Μητέρα του Θεού ημών. Την Τιμιωτέραν των Χερουβείμ, και Ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον σε μεγαλύνομεν.



Χαίροις Αθληφόρε πανευκλεής, παρθένων η δόξα και Μαρτύρων η καλλονή. Χαίροις ιαμάτων, η πολυχεύμων κρήνη, Βαρβάρα του Σωτήρος νύμφη περίδοξε.


Άνθος πανευώδες και ευθαλές, εκ ρίζης φυείσα ακανθώδους της εν Χριστώ, οσμής διαπνέεις, την ευωδίαν κόσμω, αθλήσεως αγώσιν ω καλλιπάρθενε.


Του πατρός λυπούσα το ασεβές, νύμφη ανεδείχθης του Σωτήρος περικαλλής, και αυτή ως προίκα πολύολβον προσάγεις, αθλήσεως τους πόνους Βαρβάρα ένδοξε.


Ώραν παριδούσα νεανικήν, και πλούτον και δόξαν καταλείψασα ως φθαρτά, τον Χριστόν εξ όλης ηγάπησας καρδίας, και τούτω προσηνέχθης στερροίς παλαίσμασι.


Πάθη θεραπεύουσα χαλεπά, εξαίρετον χάριν, εκομίσω παρά Χριστού, τας λοιμώδεις νόσους, ελαύνειν ανενδότως, εξ ων ημάς της λώβης Βαρβάρα φύλαττε.


Πας τις ο προστρέχων τω σώ Ναώ, κομίζεται τάχος τα αιτήματα συμπαθώς. Όθεν ημών δέχου Βαρβάρα τας δεήσεις, και πλήρου τας αιτήσεις εκδυσωπούμέν σε.


Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι άγιοι πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.
 
Τό Τρισάγιον 


Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.




Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ. 




Το Απολυτίκιον Ήχος δ’.



Βαρβάραν την αγίαν τιμήσωμεν, εχθρού γαρ τας παγίδας συνέτριψε, και ως στρουθίον ερρύσθη εξ αυτών, βοηθεία και όπλω του Σταυρού η πάνσεμνος.


·

Εἴτα Προσόμοιον. Ἦχος Β΄, Ὄτε ἐκ τοῦ ξύλου.


Μάρτυς Αθληφόρε του Χριστού, ένδοξε Βαρβάρα Θεόφρον, αξιοθαύμαστε, πάσης περιστάσεως, δεινής απάλλαξον, και κινδύνων και θλίψεων, των επερχομένων, τους την σήν αντίληψιν, επιζητούντας θερμώς. Σύ γαρ βοηθός εν ανάγκαις, και προς τον Χριστόν μεσιτεία, πέλεις των πιστώς ανευφημούντων σε.

 


 

Ἦχος πλ. δ΄.


Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.


Ὁ Ἱερεύς: Δί΄ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου