Τετάρτη, 17 Απριλίου 2013

ΜΕΓΑΣ ΚΑΝΩΝ (Ωδές ζ'-η'-θ') ΤΕΤΑΡΤΟ ΜΕΡΟΣ

  
Ο Άγιος Ανδρέας Κρήτης



Ωδές ζ'-η'-θ





ᾨδὴ ζ´. Ὁ Εἱρμός.


Ἡμάρτομεν, ἠνομήσαμεν,
ἠδικήσαμεν ἐνώπιόν σου·
οὐδὲ συνετηρήσαμεν,
οὐδὲ ἐποιήσαμεν,
καθὼς ἐνετείλω ἡμῖν.
Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος,
ὁ τῶν Πατέρων Θεός.




Ἡμάρτηκα, ἐπλημμέλησα
καὶ ἠθέτησα τὴν ἐντολήν σου·
ὅτι ἐν ἁμαρτίαις προήχθην
καὶ προσέθηκα τοῖς μώλωψι
τραῦμα ἐμοί.
Ἀλλ᾿ αὐτός με ἐλέησον ὡς εὔσπλαγχνος,
ὁ τῶν Πατέρων Θεός.




Τὰ κρύφια τῆς καρδίας μου
ἐξηγόρευσά σοι τῷ Κριτῇ μου·
ἴδε μου τὴν ταπείνωσιν,
ἴδε καὶ τὴν θλῖψίν μου
καὶ πρόσχες τῇ κρίσει μου νῦν·
καὶ αὐτός με ἐλέησον ὡς εὔσπλαγχνος,
ὁ τῶν Πατέρων Θεός.




Σαούλ ποτε ὡς ἀπώλεσε
τοῦ πατρὸς αὐτοῦ, ψυχή, τὰς ὄνους,
πάρεργον τὸ βασίλειον
εὗρε πρὸς ἀνάρρησιν.
Ἀλλ᾿ ὅρα μὴ λάθῃς σαυτήν,
τὰς κτηνώδεις ὀρέξεις σου προκρίνουσα
τῆς βασιλείας Χριστοῦ.




Δαυΐδ ποτε ὁ πατρόθεος
εἰ καὶ ἥμαρτε διττῶς, ψυχή μου,
βέλει μὲν τοξευθεὶς τῆς μοιχείας,
τῷ δὲ δόρατι ἁλοὺς
τῆς τοῦ φόνου ποινῆς.
Ἀλλ᾿ αὐτὴ τὰ βαρύτερα τῶν ἔργων νοσεῖς
ταῖς κατὰ γνώμην ὁρμαῖς.




Συνῆψε μὲν ὁ Δαυΐδ ποτε
ἀνομήματι τὴν ἀνομίαν·
φόνῳ γὰρ τὴν μοιχείαν ἐκίρνα,
τὴν μετάνοιαν εὐθὺς
παραδείξας διπλῆν.
Ἀλλ᾿ αὐτὴ πονηρότερα εἰργάσω, ψυχή,
μὴ μεταγνοῦσα Θεῷ.




Δαυΐδ ποτε ἀνεστήλωσε
συγγραψάμενος ὡς ἐν εἰκόνι
ὕμνον, δι᾿ οὗ τὴν πρᾶξιν ἐλέγχει,
ἣν εἰργάσατο
κραυγάζων, Ἐλέησόν με·
σοὶ γὰρ μόνῳ ἐξήμαρτον τῷ πάντων Θεῷ·
αὐτὸς καθάρισόν με.




Ἡ Κιβωτὸς ὡς ἐφέρετο
ἐπιδίφριος, ὁ Ζᾶν ἐκεῖνος
ὅτε, ἀνατραπέντος τοῦ μόσχου,
μόνον ἥψατο
Θεοῦ ἐπειράθη ὀργῆς.
Ἀλλ᾿ αὐτοῦ τὴν αὐθάδειαν φυγοῦσα, ψυχή,
σέβου τὰ θεῖα καλῶς.




Ἀκήκοας τοῦ Ἀβεσσαλὼμ
πῶς τῆς φύσεως ἀντεξανέστη·
ἔγνως τὰς ἐναγεῖς αὐτοῦ πράξεις,
αἷς ἐξύβρισε
τὴν κοίτην Δαυῒδ τοῦ πατρός.
Ἀλλ᾿ αὐτὴ ἐμιμήσω τὰς αὐτοῦ ἐμπαθεῖς
καὶ φιληδόνους ὁρμάς.




Ὑπέταξας τὸ ἀδούλωτον
σοῦ ἀξίωμα τῷ σώματί σου·
ἄλλον γὰρ Ἀχιτόφελ εὑροῦσα
τὸν ἐχθρόν, ψυχή,
συνῆλθες ταῖς τούτου βουλαῖς·
ἀλλ᾿ αὐτὰς διεσκέδασεν αὐτὸς ὁ Χριστός,
ἵνα σὺ πάντως σωθῇς.




Ὁ Σολομὼν ὁ θαυμάσιος,
ὁ καὶ χάριτος σοφίας πλήρης,
οὗτος τὸ πονηρὸν ἐναντίον
τοῦ Θεοῦ ποτε
ποιήσας ἀπέστη αὐτοῦ·
ᾧ αὐτὴ τὸν ἐπάρατόν σου βίον,
ψυχή, προσαφωμοίωσας.




Ταῖς ἡδοναῖς ἐξελκόμενος
τῶν παθῶν αὐτοῦ κατερρυποῦτο·
οἴμοι! ὁ ἐραστὴς τῆς σοφίας
ἐραστὴς πορνῶν
γυναικῶν καὶ ξένος Θεοῦ·
ὃν αὐτὴ ἐμιμήσω κατὰ νοῦν, ὦ ψυχή,
ἡδυπαθείαις αἰσχραῖς.




Τὸν Ροβοὰμ παρεζήλωσας
ἀλογήσαντα βουλῆς πατρῴας,
ἅμα δὲ καὶ τὸν κάκιστον
δοῦλον Ἱεροβοὰμ
τὸν πρὶν ἀποστάτην, ψυχή.
Ἀλλὰ φεῦγε τὴν μίμησιν καὶ κράζε Θεῷ·
Ἥμαρτον, οἴκτειρόν με.




Τὸν Ἀχαὰβ παρεζήλωσας
τοῖς μιάσμασι, ψυχή μου· οἴμοι!
γέγονας σαρκικῶν μολυσμάτων
καταγώγιον
καὶ σκεῦος αἰσχρὸν τῶν παθῶν.
Ἀλλ᾿ ἐκ βάθους σου στέναξον
καὶ λέγε Θεῷ τὰς ἁμαρτίας σου.




Ἐνέπρησεν Ἠλιού ποτε
δὶς πεντήκοντα τῆς Ἰεζάβελ,
ὅτε τοὺς τῆς αἰσχύνης προφήτας
κατηνάλωσεν
εἰς ἔλεγχον τοῦ Ἀχαάβ.
Ἀλλὰ φεῦγε τὴν μίμησιν τῶν δύο,
ψυχή, καὶ κραταιώθητι.




Ἐκλείσθη σοι οὐρανός, ψυχή,
καὶ λιμὸς Θεοῦ κατέλαβέ σε,
ὅτε τοῖς Ἠλιοὺ τοῦ Θεσβίτου
ὡς ὁ Ἀχαὰβ
ἠπείθησας λόγοις ποτέ.
Ἀλλὰ τὴν Σαραφθίαν μιμουμένη
θρέψον Προφήτου ψυχήν.




Τοῦ Μανασσῆ ἐπεσώρευσας
τὰ ἐγκλήματα τῇ προαιρέσει,
στήσασα ὡς βδελύγματα πάθη
καὶ πληθύνουσα,
ψυχή, προσοχθίσματα·
Ἀλλ᾿ αὐτοῦ τὴν μετάνοιαν ζηλοῦσα θερμῶς
κτῆσαι κατάνυξιν.




Προσπίπτω σοι καὶ προσάγω σοι
ὥσπερ δάκρυα τὰ ρήματά μου·
Ἥμαρτον ὡς ἥμαρτε Πόρνη
καὶ ἠνόμησα
ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς.
Ἀλλ᾿ οἰκτείρησον, Δέσποτα, τὸ ποίημά σου
καὶ ἀνακάλεσαί με.




Κατέχρωσα τὴν εἰκόνα σου
καὶ παρέφθειρα τὴν ἐντολήν σου·
ὅλον ἀπημαυρώθη τὸ κάλλος
καὶ τοῖς πάθεσιν
ἐσβέσθη, Σωτήρ, ἡ λαμπάς.
Ἀλλ᾿ οἰκτείρας ἀπόδος μοι, ὡς ψάλλει
Δαυΐδ, τὴν ἀγαλλίασιν.




Ἐπίστρεψον, μετανόησον,
ἀνακάλυψον τὰ κεκρυμμένα·
λέγε Θεῷ τῷ τὰ πάντα εἰδότι·
Σὺ γινώσκεις μου
τὰ κρύφια, μόνε Σωτήρ·
καὶ αὐτός με ἐλέησον, ὡς ψάλλει Δαυΐδ,
κατὰ τὸ ἔλεός σου.




Ἐξέλιπον αἱ ἡμέραι μου
ὡς ἐνύπνιον ἐγειρομένου·
ὅθεν ὡς Ἐζεκίας δακρύω
ἐπὶ κλίνης μου,
προσθεῖναί μοι χρόνους ζωῆς.
Ἀλλὰ τίς Ἡσαΐας παραστήσεταί σοι, ψυχή,
εἰ μὴ ὁ πάντων Θεός;




Δόξα.




Τριὰς ἁπλῆ, ἀδιαίρετε,
ὁμοούσιε καὶ φύσις μία,
φῶτα καὶ φῶς, καὶ ἅγια τρία,
καὶ ἓν ἅγιον
ὑμνεῖται Θεὸς ἡ Τριάς.
Ἀλλ᾿ ἀνύμνησον, δόξασον ζωὴν καὶ ζωάς,
ψυχή, τὸν πάντων Θεόν.




Καὶ νῦν. Θεοτοκίον.



Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε,
προσκυνοῦμέν σε, Θεογεννῆτορ,
ὅτι τῆς ἀχωρίστου Τριάδος
ἀπεκύησας
τὸν ἕνα Υἱὸν καὶ Θεόν·
καὶ αὐτὴ προανέῳξας ἡμῖν
τοῖς ἐν γῇ τὰ ἐπουράνια.


ᾨδὴ η´. Ὁ Εἱρμός.


Ὃν Στρατιαὶ Οὐρανῶν δοξάζουσι
καὶ φρίττει τὰ Χερουβὶμ
καὶ τὰ Σεραφίμ,
πᾶσα πνοὴ καὶ κτίσις,
ὑμνεῖτε, εὐλογεῖτε
καὶ ὑπερυψοῦτε
εἰς πάντας τοὺς αἰῶνας.



Ἡμαρτηκότα, Σωτήρ, ἐλέησον·
διέγειρόν μου τὸν νοῦν
πρὸς ἐπιστροφήν·
δέξαι μετανοοῦντα,
οἰκτείρησον βοῶντα·
Ἥμαρτόν σοι μόνῳ,
ἠνόμησα, ἐλέησόν με.



Ὁ διφρηλάτης Ἠλίας ἅρματι
ταῖς ἀρεταῖς ἐπιβὰς
ὡς εἰς Οὐρανοὺς
ἤγετο ὑπεράνω
ποτὲ τῶν ἐπιγείων·
τούτου οὖν, ψυχή μου,
τὴν ἄνοδον ἀναλογίζου.



Τοῦ Ἰορδάνου τὸ ρεῖθρον πρότερον
τῇ μηλωτῇ Ἠλιοὺ
δι᾿ Ἐλισσαιὲ
ἔστη ἔνθα καὶ ἔνθα·
αὐτὴ δέ, ὦ ψυχή μου,
ταύτης οὐ μετέσχες
τῆς χάριτος δι᾿ ἀκρασίαν.



Ὁ Ἐλισσαῖός ποτε δεξάμενος
τὴν μηλωτὴν Ἠλιοὺ
ἔλαβε διπλῆν
χάριν παρὰ Κυρίου·
αὐτὴ δέ, ὦ ψυχή μου,
ταύτης οὐ μετέσχες
τῆς χάριτος δι᾿ ἀκρασίαν.



Ἡ Σωμανῖτίς ποτε τὸν δίκαιον
ἐξένισεν, ὦ ψυχή,
γνώμῃ ἀγαθῇ·
σὺ δὲ οὐκ εἰσῳκίσω
οὐ ξένον οὐχ ὁδίτην·
ὅθεν τοῦ νυμφῶνος
ριφήσῃ ἔξω θρηνῳδοῦσα.



Τοῦ Γιεζῆ ἐμιμήσω, τάλαινα,
τὴν γνώμην τὴν ρυπαρὰν
πάντοτε, ψυχή·
οὗ τὴν φιλαργυρίαν
ἀπώθου κἂν ἐν γήρει·
φεῦγε τῆς γεέννης
τὸ πῦρ ἐκστᾶσα τῶν κακῶν σου.



Σὺ τὸν Ὀζίαν, ψυχή, ζηλώσασα,
τὴν τούτου λέπραν ἐν σοὶ
ἔσχες ἐν διπλῷ·
ἄτοπα γὰρ λογίζῃ,
παράνομα δὲ πράττεις·
ἄφες ἃ κατέχεις
καὶ πρόσδραμε τῇ μετανοίᾳ.



Τοὺς Νινευίτας, ψυχή, ἀκήκοας
μετανοοῦντας Θεῷ
σάκκῳ καὶ σποδῷ·
τούτους οὐκ ἐμιμήσω,
ἀλλ᾿ ὤφθης σκαιοτέρα
πάντων τῶν πρὸ νόμου
καὶ μετὰ νόμον ἐπταικότων.



Τὸν ἐν τῷ λάκκῳ βορβόρου ἤκουσας
Ἱερεμίαν, ψυχή,
πόλιν τὴν Σιὼν
θρήνοις καταβοῶντα
καὶ δάκρυα ζητοῦντα·
μίμησαι τὸν τούτου
θρηνῴδη βίον καὶ σωθήσῃ.



Ὁ Ἰωνᾶς εἰς Θαρσεῖς ἀπέδραμε
προγνοὺς τὴν ἐπιστροφὴν
τῶν Νινευιτῶν·
ἔγνω γὰρ ὡς προφήτης
Θεοῦ τὴν εὐσπλαγχνίαν·
ὅθεν παρεζήλου
τὴν προφητείαν μὴ ψευσθῆναι.



Τὸν Δανιὴλ ἐν τῷ λάκκῳ ἤκουσας,
πῶς ἔφραξεν, ὦ ψυχή,
στόματα θηρῶν·
ἔγνωκας πῶς οἱ Παῖδες
οἱ περὶ Ἀζαρίαν
ἔσβεσαν τῇ πίστει
καμίνου φλόγα καιομένης.



Τῆς παλαιᾶς Διαθήκης ἅπαντας
παρήγαγόν σοι, ψυχή,
πρὸς ὑπογραμμόν·
μίμησαι τῶν δικαίων
τὰς φιλοθέους πράξεις·
ἔκφυγε δὲ πάλιν
τῶν πονηρῶν τὰς ἁμαρτίας.



Δικαιοκρῖτα, Σωτήρ, ἐλέησον
καὶ ρῦσαί με τοῦ πυρὸς
καὶ τῆς ἀπειλῆς,
ἧς μέλλω ἐν τῇ κρίσει
δικαίως ὑποστῆναι·
ἄνες μοι πρὸ τέλους
δι᾿ ἀρετῆς καὶ μετανοίας.



Ὡς ὁ Λῃστὴς ἐκβοῶ σοι τὸ Μνήσθητι·
ὡς Πέτρος κλαίω πικρῶς·
Ἄνες μοι, Σωτήρ,
κράζω ὡς ὁ Τελώνης·
δακρύω ὡς ἡ Πόρνη·
δέξαι μου τὸν θρῆνον,
καθώς ποτε τῆς Χαναναίας.



Τὴν σηπεδόνα, Σωτήρ, θεράπευσον
τῆς ταπεινῆς μου ψυχῆς,
μόνε ἰατρέ·
μάλαγμά μοι ἐπίθες
καὶ ἔλαιον καὶ οἶνον,
ἔργα μετανοίας,
κατάνυξιν μετὰ δακρύων.



Τὴν Χαναναίαν κἀγὼ μιμούμενος,
Ἐλέησόν με, βοῶ,
τῷ Υἱῷ Δαυΐδ·
ἅπτομαι τοῦ κρασπέδου
ὡς ἡ Αἱμορροοῦσα·
κλαίω ὡς ἡ Μάρθα
καὶ Μαρία ἐπὶ Λαζάρου.



Τὸ τῶν δακρύων, Σωτήρ, ἀλάβαστρον
ὡς μύρον κατακενῶν
ἐπὶ κεφαλῆς
κράζω σοι ὡς ἡ Πόρνη
τὸν ἔλεον ζητοῦσα·
δέησιν προσάγω
καὶ ἄφεσιν αἰτῶ λαβεῖν με.



Εἰ καὶ μηδεὶς ὡς ἐγώ σοι ἥμαρτεν,
ἀλλ᾿ ὅμως δέξαι κἀμέ,
εὔσπλαγχνε Σωτήρ,
φόβῳ μετανοοῦντα
καὶ πόθῳ κεκραγότα·
Ἥμαρτόν σοι μόνῳ,
ἠνόμησα, ἐλέησόν με.



Φεῖσαι, Σωτήρ, τοῦ ἰδίου πλάσματος
καὶ ζήτησον ὡς ποιμὴν
τὸ ἀπολωλὸς
πρόβατον· πλανηθέντα
ἐξάρπασον τοῦ λύκου,
ποίησόν με θρέμμα
ἐν τῇ νομῇ τῶν σῶν προβάτων.



Ὅταν Κριτὴς καθίσῃς ὡς εὔσπλαγχνος
καὶ δείξῃς τὴν φοβερὰν
δόξαν σου Χριστέ,
ὢ ποῖος φόβος τότε!
καμίνου καιομένης,
πάντων δειλιώντων
τὸ ἄστεκτον τοῦ βήματός σου.



Εὐλογοῦμεν Πατέρα,
Υἱὸν καὶ ἅγιον Πνεῦμα.



Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε,
Παράκλητε ἀγαθέ,
Πνεῦμα τὸ εὐθές,
Λόγου Θεοῦ Γεννῆτορ,
Πατρὸς ἀνάρχου Λόγε,
Πνεῦμα ζῶν καὶ κτίζον,
Τριὰς Μονάς, ἐλέησόν με.



Καὶ νῦν. Θεοτοκίον.


Ὡς ἐκ βαφῆς ἁλουργίδος, Ἄχραντε,
ἡ νοητὴ πορφυρὶς
τοῦ Ἐμμανουὴλ
ἔνδον ἐν τῇ γαστρί σου
ἡ σὰρξ συνεξυφάνθη·
ὅθεν Θεοτόκον
ἐν ἀληθείᾳ σὲ τιμῶμεν.




ᾨδὴ θ´. Ὁ Εἱρμός.


Ἀσπόρου συλλήψεως
ὁ τόκος ἀνερμήνευτος,
Μητρὸς ἀνάνδρου
ἄφθορος ἡ κύησις·
Θεοῦ γὰρ ἡ γέννησις
καινοποιεῖ τὰς φύσεις·
διό σε πᾶσαι αἱ γενεαὶ
ὡς Θεόνυμφον Μητέρα
ὀρθοδόξως μεγαλύνομεν.




Ὁ νοῦς τετραυμάτισται,
τὸ σῶμα μεμαλάκισται,
νοσεῖ τὸ πνεῦμα·
ὁ λόγος ἠσθένησεν,
ὁ βίος νενέκρωται,
τὸ τέλος ἐπὶ θύραις·
διό μοι, τάλαινα ψυχή,
τί ποιήσεις, ὅταν ἔλθῃ
ὁ Κριτὴς ἀνερευνῆσαι τὰ σά;




Μωσέως παρήγαγον,
ψυχή, τὴν κοσμογένεσιν
καὶ ἐξ ἐκείνου
πᾶσαν ἐνδιάθετον
γραφὴν ἱστοροῦσάν σοι
δικαίους καὶ ἀδίκους·
ὧν τοὺς δευτέρους, ὦ ψυχή,
ἐμιμήσω, οὐ τοὺς πρώτους,
εἰς Θεὸν ἐξαμαρτήσασα.




Ὁ Νόμος ἠσθένησεν,
ἀργεῖ τὸ Εὐαγγέλιον,
Γραφὴ δὲ πᾶσα
ἐν σοὶ παρημέληται,
Προφῆται ἠτόνησαν
καὶ πᾶς δικαίου λόγος·
αἱ τραυματίαι σου, ὦ ψυχή,
ἐπληθύνθησαν, οὐκ ὄντος
ἰατροῦ τοῦ ὑγιοῦντός σε.




Τῆς Νέας παράγω σοι
Γραφῆς τὰ ὑποδείγματα,
ἐνάγοντά σε,
ψυχή, πρὸς κατάνυξιν·
δικαίους οὖν ζήλωσον,
ἁμαρτωλοὺς ἐκτρέπου
καὶ ἐξιλέωσαι Χριστὸν
προσευχαῖς τε καὶ νηστείαις,
καὶ ἁγνείᾳ καὶ σεμνότητι.




Χριστὸς ἐνηπίασε
σαρκὶ προσομιλήσας μοι,
καὶ πάντα ὅσα
ὑπάρχει τῆς φύσεως,
βουλήσει ἐπλήρωσε
τῆς ἁμαρτίας δίχα·
ὑπογραμμόν σοι, ὦ ψυχή,
καὶ εἰκόνα προδεικνύων
τῆς αὐτοῦ συγκαταβάσεως.




Χριστὸς ἐνηνθρώπησε
καλέσας εἰς μετάνοιαν,
λῃστὰς καὶ πόρνας·
ψυχὴ μετανόησον,
ἡ θύρα ἠνέῳκται
τῆς Βασιλείας ἤδη·
καὶ προαρπάζουσιν αὐτὴν
Φαρισαῖοι καὶ Τελῶναι
καὶ μοιχοὶ μεταποιούμενοι.




Χριστὸς Μάγους ἔσωσε,
Ποιμένας συνεκάλεσε,
Νηπίων δήμους
ἀπέδειξε Μάρτυρας,
Πρεσβύτην ἐδόξασε
καὶ γηραλέαν Χήραν·
ὧν οὐκ ἐζήλωσας, ψυχή,
οὐ τὰς πράξεις, οὐ τὸν βίον·
ἀλλ᾿ οὐαί σοι ἐν τῷ κρίνεσθαι!




Νηστεύσας ὁ Κύριος
ἡμέρας τεσσαράκοντα
ἐν τῇ ἐρήμῳ,
ὕστερον ἐπείνασε
δεικνὺς τὸ ἀνθρώπινον.
Ψυχή, μὴ ἀθυμήσῃς·
ἄν σοι προσβάλῃ ὁ ἐχθρός,
προσευχαῖς τε καὶ νηστείαις
ἐκ ποδῶν ἀποκρουσθήτω σοι.




Χριστὸς ἐπειράζετο,
Διάβολος ἐπείραζε
δεικνὺς τοὺς λίθους,
ἵνα ἄρτοι γένωνται·
εἰς ὄρος ἀνήγαγεν
ἰδεῖν τὰς βασιλείας
τοῦ κόσμου πάσας ἐν ριπῇ.
Φοβοῦ, ὦ ψυχή, τὸ δρᾶμα·
νῆφε, εὔχου, πᾶσαν ὥραν Θεῷ.




Τρυγὼν ἡ φιλέρημος,
φωνὴ βοῶντος ἤχησε,
Χριστοῦ ὁ λύχνος
κηρύττων μετάνοιαν·
Ἡρῴδης ἠνόμησε
σὺν τῇ Ἡρωδιάδι.
Βλέπε, ψυχή μου, μὴ παγῇς
τῶν ἀνόμων ταῖς παγίσιν,
ἀλλ᾿ ἀσπάζου τὴν μετάνοιαν.




Τὴν ἔρημον ᾤκησεν
ὁ Πρόδρομος τῆς χάριτος·
καὶ Ἰουδαία
πᾶσα καὶ Σαμάρεια
ἀκούοντες ἔτρεχον
καὶ ἐξωμολογοῦντο
τὰς ἁμαρτίας ἑαυτῶν,
βαπτιζόμενοι προθύμως·
οὓς αὐτὴ οὐκ ἐμιμήσω, ψυχή.




Ὁ γάμος μὲν τίμιος,
ἡ κοίτη δὲ ἀμίαντος·
ἀμφότερα γὰρ
Χριστὸς προευλόγησε,
σαρκὶ ἑστιώμενος
ἐν τῆς Κανᾶ τῷ γάμῳ,
τὸ ὕδωρ οἶνον ἐκτελῶν
καὶ δεικνύων πρῶτον θαῦμα,
ἵνα σὺ μετατεθῇς, ὦ ψυχή.




Παράλυτον ἔσφιγξε
Χριστὸς τὴν κλίνην ἄραντα
καὶ νεανίσκον
θανόντα ἐξήγειρε,
τῆς χήρας τὸ κύημα
καὶ τοῦ Ἑκατοντάρχου,
καὶ Σαμαρείτιδι φανεὶς
τὴν ἐν πνεύματι λατρείαν
σοί, ψυχή, προεζωγράφησεν.




Αἱμόρρουν ἰάσατο
ἁφῇ κρασπέδου Κύριος·
λεπροὺς καθῆρε,
τυφλοὺς καὶ χωλεύοντας
φωτίσας ἀνώρθωσε,
κωφούς τε καὶ ἀλάλους
καὶ τὴν συγκύπτουσαν χαμαὶ
ἐθεράπευσε τῷ λόγῳ,
ἵνα σὺ σωθῇς, ἀθλία ψυχή.




Τὰς νόσους ἰώμενος
πτωχοῖς εὐηγγελίζετο
Χριστὸς ὁ Λόγος·
κυλλοὺς ἐθεράπευσε,
τελώναις συνήσθιεν,
ἁμαρτωλοῖς ὡμίλει·
τῆς Ἰαείρου θυγατρὸς
τὴν ψυχὴν προμεταστᾶσαν
ἐπανήγαγεν ἁφῇ τῆς χειρός.




Τελώνης ἐσῴζετο
καὶ Πόρνη ἐσωφρόνιζε,
καὶ Φαρισαῖος
αὐχῶν κατεκρίνετο·
ὁ μὲν γάρ, Ἱλάσθητι,
ἡ δέ, Ἐλέησόν με·
ὁ δὲ ἐκόμπαζε βοῶν·
Ὁ Θεὸς εὐχαριστῶ σοι·
καὶ ἑξῆς τὰ τῆς ἀνοίας ρητά.




Ζακχαῖος Τελώνης ἦν,
ἀλλ᾿ ὅμως διεσῴζετο,
καὶ Φαρισαῖος
ὁ Σίμων ἐσφάλλετο,
καὶ Πόρνη ἐλάμβανε
τὰς ἀφεσίμους λύσεις
παρὰ τοῦ ἔχοντος ἰσχὺν
ἀφιέναι ἁμαρτίας·
ὅν, ψυχή, σαυτῇ ἱλέωσαι.




Τὴν Πόρνην, ὦ τάλαινα
ψυχή μου, οὐκ ἐζήλωσας,
ἥτις λαβοῦσα
μύρου τὸ ἀλάβαστρον,
σὺν δάκρυσιν ἤλειψε
τοὺς πόδας τοῦ Κυρίου·
ἐξέμαξε δὲ ταῖς θριξί,
τῶν ἀρχαίων ἐγκλημάτων
τὸ χειρόγραφον ρηγνύντος αὐτῇ.




Τὰς πόλεις, αἷς ἔδωκε
Χριστὸς τὸ Εὐαγγέλιον,
ψυχή μου, ἔγνως,
ὅπως κατηράθησαν·
φοβοῦ τὸ ὑπόδειγμα,
μὴ γένῃ ὡς ἐκεῖναι·
ταῖς ἐν Σοδόμοις γὰρ αὐτὰς
ὁ Δεσπότης παρεικάσας
ἕως ᾍδου κατεδίκασε.




Μὴ χείρων, ὦ ψυχή μου,
φανῇς δι᾿ ἀπογνώσεως,
τῆς Χαναναίας
τὴν πίστιν ἀκούσασα,
δι᾿ ἧς τὸ θυγάτριον
λόγῳ Θεοῦ ἰάθη.
Υἱὲ Δαυΐδ, σῶσον κἀμέ,
ἀναβόησον ἐκ βάθους
τῆς καρδίας, ὡς ἐκείνη, Χριστῷ.




Σπλαγχνίσθητι, σῶσόν με·
Υἱὲ Δαυΐδ, ἐλέησον,
ὁ δαιμονῶντας
λόγῳ ἰασάμενος·
φωνὴν δὲ τὴν εὔσπλαγχνον,
ὡς τῷ Λῃστῇ, μοι φράσον·
Ἀμήν σοι λέγω, μετ᾿ ἐμοῦ
ἔσῃ ἐν τῷ Παραδείσῳ,
ὅταν ἔλθω ἐν τῇ δόξῃ μου.




Λῃστὴς κατηγόρει σοι,
Λῃστὴς ἐθεολόγει σοι·
ἀμφότεροι γὰρ
σταυρῷ συνεκρέμαντο.
Ἀλλ᾿ ὦ Πολυεύσπλαγχνε,
ὡς τῷ πιστῷ Λῃστῇ σου
τῷ ἐπιγνόντι σε Θεόν,
κἀμοὶ ἄνοιξον τὴν θύραν
τῆς ἐνδόξου βασιλείας σου.




Ἡ Κτίσις συνείχετο
σταυρούμενόν σε βλέπουσα·
ὄρη καὶ πέτραι
φόβῳ διερρήγνυντο·
καὶ γῆ συνεσείετο
καὶ ᾍδης ἐγυμνοῦτο·
καὶ συνεσκότασε τὸ φῶς
ἐν ἡμέρᾳ, καθορῶν σε,
Ἰησοῦ, προσηλωμένον σαρκί.




Ἀξίους μετανοίας
καρποὺς μὴ ἀπαιτήσῃς με·
ἡ γὰρ ἰσχύς μου
ἐν ἐμοὶ ἐξέλιπε·
καρδίαν μοι δώρησαι
ἀεὶ συντετριμμένην·
πτωχείαν δὲ πνευματικήν,
ἵνα ταῦτά σοι προσοίσω
ὡς δεκτὴν θυσίαν, μόνε Σωτήρ.




Κριτά μου καὶ γνῶστά μου,
ὁ μέλλων πάλιν ἔρχεσθαι
σὺν τοῖς Ἀγγέλοις
κρῖναι Κόσμον ἅπαντα,
ἱλέῳ σου ὄμματι
τότε ἰδών με φεῖσαι·
καὶ οἴκτειρόν με, Ἰησοῦ,
τὸν ὑπὲρ τὴν πᾶσαν φύσιν
τῶν ἀνθρώπων ἁμαρτήσαντα.



Δόξα.



Τριὰς ὁμοούσιε,
Μονὰς ἡ τρισυπόστατος,
σὲ ἀνυμνοῦμεν
Πατέρα δοξάζοντες,
Υἱὸν μεγαλύνοντες
καὶ Πνεῦμα προσκυνοῦντες,
τὸν ἕνα φύσει ἀληθῶς
Θεόν, ζωήν τε καὶ ζωάς,
βασιλείαν ἀτελεύτητον.



Καὶ νῦν. Θεοτοκίον.


Τὴν Πόλιν σου φύλαττε,
Θεογεννῆτορ ἄχραντε·
ἐν σοὶ γὰρ αὕτη
πιστῶς βασιλεύουσα,
ἐν σοὶ καὶ κρατύνεται,
καὶ διὰ σοῦ νικῶσα
τροποῦται πάντα πειρασμὸν
καὶ σκυλεύει πολεμίους
καὶ διέπει τὸ ὑπήκοον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου