Κυριακή, 15 Σεπτεμβρίου 2013

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΤΟΥ ΑΓΙΟΥ ΘΕΡΑΠΟΝΤΟΣ ΕΠΙΣΚΟΠΟΥ ΚΥΠΡΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ

 
 

 
 

ΠΡΩΤΟ ΜΕΡΟΣ


ΔΕΥΤΕΡΟ ΜΕΡΟΣ 

 

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΑΓΙΟΥ ΘΕΡΑΠΟΝΤΟΣ ΤΟΥ ΙΑΜΑΤΙΚΟΥ

(ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου)

Ευλογήσαντος του Ιερέως.
Ψαλμός ρμβ΄ (142)

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησιν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνην σου. Και μη εισέλθεις εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζών. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισεν με εν σκοτεινοίς ως νεκρούς αιώνος, και ηκηδίασεν το πνεύμα μου, εν εμοί εταράχθη η καρδίαν μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτησα. Διαπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γή άνυδρός σοι.
Ταχύ εισάκουσον μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψεις το πρόσωπόν σου απ΄εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκον. Ακουστόν ποίησον μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα. Γνωρισόν μοι κύριε, οδόν εν ή πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχρών μου Κύριε, προς σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ εί ο Θεός μου. Το Πνεύμα σου το αγαθόν οδηγήσει με εν γή ευθεία, ένεκεν του ονόματος σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνην σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου. Και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί. 


Είτα τα παρόντα Τροπάρια.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Ήχος δ’ ( ο υψωθείς εν τω Σταυρώ)



Τους προσιόντας τω αγίω Ναώ σου, Ιερομάρτυς του Κυριού Θεράπων, και την θερμήν αιτούντας προστασίαν σου, πάσης απολύτρωσαι, επηρείας και νόσου, και παθών και θλίψεων, και παντοίων κινδύνων, συ γαρ μεγίστην χάριν προς Χριστού, έχεις παμμάκαρ, τελείν τα θαυμάσια.



Δόξα πατρί…. «Απολυτίκον»

Ήχος α’ (Του λίθου σφραγισθένος)



Ως εν λυχνία ετέθης παρά Θεού λύχνος άσβεστος, καταφωτίζων πλουσίως τα λογικά Αυτού πρόβατα, δογμάτων ορθοδόξων διδαχαίς, Θεράπων του Χριστού Ιερουργέ. Δια τούτο, συγχορεύεις ματά των Ασωμάτων, διπλοίς στεφάνοις κοσμούμενος. Δόξα τω δεδωκότι σοι ισχύν, τον δρόμον του μαρτυρίου διελθείν, πρεσβεύων μη ελλίπης, υπέρ ημών των τιμώντων Σε.



Και νύν «Θεοτοκίον»



Ου σιωπήσομεν, ποτέ, Θεοτόκε, τας δυναστείας Σου λαλείν οι ανάξιοι, εί μη γαρ Συ προίστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων: Τις δε διεφύλαξεν εως νύν ελευθέρους: Ούκ αποστώμεν, Δέσποινα , εκ Σου, σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.


Ψαλμός Ν΄ (50)


Ελέησον με, ο Θεός, κατά το μέγα Έλεός Σου, και κατά το πλήθος των οικτιρμών Σου, εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου έστι δια παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον Σου εποίησα, όπως αν δικαιωθείς εν τοις λόγοις Σου, και νικήσης εν τω κρίνεσθαί Σε.
Ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ι δού γαρ αλήθειαν ηγάπησας, τα άδηλα κσι τα κρύφις της σοφίας Σου εδήλωσας μοι. Ραντιείς με υσσώπω και και καθαρισθήσομαι, πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινομένα. Απόστρεψον το πρόσωπόν Σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνησον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου Σου, και το πνεύμα Σου το άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου Σου, και πνεύματι ηγεμονικώ στηριξόν με . Διδάξω ανόμους τας οδούς Σου, και ασεβείς επί Σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην Σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί τηνα αινεσίν Σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ούκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινομένην ο Θεός ούκ εξουδενώσει. Αγάθυνον, Κύριε , εν τη ευδοκίαν Σου την Σιώ, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν Σου μόσχους.
 



Είτα ο κανών ου η ακροστιχίς. 

Θεράπον δίδου μοι θεραπείαν. Γερασίμου. 

Ωδή α’ (Ήχος πλ δ’ ) 

«Υγράν διοδεύσας….» 



Άγιε του Θεού πρέσβευε υπέρ ημών 


Θεόν, εκδυσώπει υπέρ ημών, 
Θεράπων θεόφρον, των τιμώντων σε ευλαβώς, διδόναι ημίν πταισμάτων λύσιν, και των παθών απολύτρωσιν Άγιε. 


Άγιε του Θεού πρέσβευε υπέρ ημών 


Εν νόσοις πλουτούντες σε Ιατρόν, πιστώς σοι βοώμεν, Ιεράρχα θαυματουργέ,
ίασαι ψυχών ημών τους πόνους, και των σωμάτων οδύνας δεόμεθα. 

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι 

Ροαίς των αγίων σου πρεσβειών, κατάσβεσον Πάτερ, των παθών μου φλόγαν πικράν, και όμβρησον δρόσον ευφροσύνης, τη τεθλιμμένη ψυχή μακάριε.


Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν 

Αγία Παρθένε Μήτερ Θεού, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, ρύσαι εναγών με νοημάτων, και την ρυπώσαν ψυχήν μου αγίασον. 

 





Ωδή γ’ «Ουρανίας αψίδος» 

Άγιε του Θεού πρέσβευε υπέρ ημών 

Πλήρης ών θείας δόξης, τη του Χριστού χάριτι, πάσης αδοξίας Θεράπων  παθών θλιβόντων με, λύτρωσαι δέομαι, και την κατ΄ άμφω υγείαν, και ρώσιν παράσχου μοι, ως συμπαθέστατος.


Άγιε του Θεού πρέσβευε υπέρ ημών 


Ο Ναός σου ο θείος, οία λιμήν άκλυστος, πρόκειται 
Θεράπων τοις πάσι, επιφοιτήσει σου, ώ προσευχόμενοι τρικυμιών των του βίου, τάχος εκλυτρούμεθα, υμνολογήσαι σε.


Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι 

Νοσημάτων ποικίλων, και συμφορών Άγιε, ως Ιερομάρτυς Θεράπων, Χριστού περίδοξος, ρύου εκάστοτε, τους τη θερμή σου πρεσβεία, πίστει καταφεύγοντας, και ευφημούντας σε. 


Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν 

Δυναστείας με ρύσαι, της του εχθρού Άχραντε, δι’ ης καθ’ εκάστην ημέραν, τω νώ μολύνομαι, και μετανοίας το πύρ, άναψον νυν τη ψυχή μου, ως αν της λαμπρότητος, τύχω του Πλάστου μου. 

Διάσωσον, Ιερομάρτυς, Θεράπων ταις σαις πεσβείαις, πάσης βλάβης και νοσημάτων και θλίψεων, τους αδιστάκτω καρδία σοι προσιόντας. 

Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος. 

 


Ήχος β’ «πρεσβεία θερμή» 

Προστάτην θερμόν, κεκτήμεθά σε Άγιε, εκ πάσης οργής, ημάς απολυτρούμενον, διο πιστώς βοώμεν σοι, Ιεράρχα Θεράπων πανθαύμαστε, μη διαλίπης παρέχειν αεί, ημίν την ταχείαν σου βοήθειαν. 



Ωδή δ΄ «εισακήκοα, Κύριε» 

Άγιε του Θεού πρέσβευε υπέρ ημών 

Ιατρεύειν εκάστοτε, τους τετρυχωμένους δεινοίς νοσήμασι, μη ελλείπης αξιάγαστε, πίστει προσιόντας τη εικόνι σου. 



Άγιε του Θεού πρέσβευε υπέρ ημών 

Δοξασθείς πολλοίς θαύμασιν, ως Ιερομάρτυς Χριστού αήττητος, αναβλύζεις χάριν άφθονον, Άγιε Θεράπων τοις οικέταις σου. 


Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι 

Οι εν θλίψει προσπέσατε, τη εικόνι πίστει τη του Θεράποντος, ίνα λάβητε την ίασιν, και απαλλαγήτε πάσης μάστιγος. 


Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν 

Υπερύμνητε Δέσποινα, εκτενώς δυσώπει τον εκ λαγόνων σου, προελθόντα υπέρ έννοιαν, ίνα σωτηρίας πάντες τύχωμεν. 

 


Ωδή ε’ «φώτισον ημάς» 

Άγιε του Θεού πρέσβευε υπέρ ημών 

Μέγας αρωγός, και προστάτης ετοιμότατος, τοις προστρέχουσι τω θείω σου Ναώ, ως κλεινός Ιερομάρτυς ώφθης Άγιε. 


Άγιε του Θεού πρέσβευε υπέρ ημών 

Όμβρησον ημίν, ουρανόθεν αγαλλίασιν, τοις εν θλίψεσι και πόνοις χαλεποίς, ώ Θεράπων και ειρήνην αστασίαστον. 


Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι 

Ίδε συμπαθώς, τους προσπίτοντας εκ πίστεως, τη αγία εικόνι και σεπτή, και την δέησιν αυτών πλήρωσον Άγιε. 


Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν 

Θραύσον του εχθρού, την μανλιαν και τα βέλεμνα, του ως λέοντος ορμώντος καθ’ ημών, Θεοτόκε εν ειρήνη ημάς σκέπουσα. 

 




Ωδή στ΄ «Την δέησιν» 

Άγιε του Θεού πρέσβευε υπέρ ημών 

Εξ ‘ ύψους, Ιερομάρτυς Κυρίου, τους πελάζοντας τω θείω σοι Οίκω, εν ιλαρότητος όμματι βλέψον, και τας φωνάς τούτων πρόσδεξαι Άγιε, και δίδου τούτοις συμπαθώς, τας αιτήσεις και πάν άλλο δώρημα. 


Άγιε του Θεού πρέσβευε υπέρ ημών 

Ρημάτων, εκ κατωδύνου ψυχής μου, ενωτίσθητι δεήσεως Πάτερ, και συνεχούσης με θλίψεως ρύσαι, επιφερούσης μοι πόνοις και δάκρυα, και λύτρωσαί με των δεινών, τη θερμή αντιλήψει σου Άγιε. 


Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι 

Απάσης επιβουλής των δαιμόνων, και κακίας των τα φαύλα φιλούντων, Ιερομάρτυς Κυρίου Θεράπων, τη οξυτάτη πρεσβεία σου λύτρωσαι, τους σε προστάτην αληθή, εν κινδύνοις και θλίψεσιν έχοντας. 


Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν 

Πληγείς μεν, τη του Βελίαρ μανία, καταπέπτωκα εις βάθη κακίας, την δε πολλήν σου χρηστότητα Κόρη, εις νούν λαβόμενος πίστει κραυγάζω σοι. Εξάρπασόν με των χειρών, του εχθρού Θεοτόκε και σώσον με. 

Διάσωσον, Ιερομάρτυς, Θεράπων ταις σαις πεσβείαις, πάσης βλάβης και νοσημάτων και θλίψεων, τους αδιστάκτω καρδία σοι προσιόντας 

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ΄εσχάτων των ημερών τεκούσα, δυσώπησον ως έχουσα μητρικήν παρρησίαν. 

 


Κοντάκιον 

Ήχος β’ «Τοις αιμάτων σου ρείθροις» 

Ιερομάρτυς Θεράπων μακάριε, της Εκκλησίας προστάτα και πρόβολε, απείργων μη παύση δεόμεθα, τας καθ΄ημών επιθέσεις του δράκοντος. Συ γαρ βοηθός ημών έτοιμος.

Εἴτα τό ἅ΄ ἐκ τῶν τριῶν ἀντιφώνων τῶν Ἀναβαθμῶν τοῦ δ΄ Ἤχου. 

Ἐκ νεότητός μου, πολλά πολεμεῖ μέ πάθη. Ἀλλ’ αὐτός ἀντιλαβού καί σῶσον Σωτήρ μου (δίς). 

Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπό τοῦ Κυρίου. Ὡς χόρτος γάρ, πυρί ἔσεσθε ἀπεξηραμμένοι (δίς). 


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.. 

Ἁγίω Πνεύματι πάσα ψυχή ζωοῦται, καί καθάρσει ὑψοῦται, λαμπρύνεται, τή Τριάδι μονάδι, ἱεροκρυφίως. 


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. 

Ἁγίω Πνεύματι, ἀναβλύζει τά τῆς χάριτος ρεῖθρα, ἀρδεύοντα, ἅπασαν τήν κτίσιν, πρός ζωογονίαν. 

 
 
 


Καί εὐθύς τό προκείμενον.



Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ (δίς).

Στίχος: Τοῖς ἁγίοις τοῖς ἐν τή γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. 

Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ. 



«Ευαγγέλιον» 

Έκ του κατά Λουκάν (12, 8-12) 



Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς. Πας ος αν ομολογήσει εν εμοι έμπροσθεν των ανθρώπων, και ο Υιός του ανθρώπου ομολογήσει εν αυτώ έμπροσθεν των Αγγέλων του Θεού. Ο δε αρνησάμενός με ενώπιον των ανθρώπων, απαρνηθήσεται ενώπιον των Αγγέλων του Θεού. Και ος ερεί λόγον εις τον Υιόν του ανθρώπου, αφεθήσεται αυτώ΄ τω δε εις το Άγιον Πνεύμα βλασφημήσαντι ούκ αφεθήσεται. Όταν δε προσφέρωσιν υμάς επί τας συναγωγάς, και τας αρχάς, και τας εξουσίας, μη μεριμνάτε πως ‘η τι απολογήσησθε, ή τι είπητε. Το γαρ Άγιον Πνεύμα διδάξει υμάς εν αυτή τη ώρα, α δεί ειπειν.


Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι 

Ταις του Ιεράρχου πρεσβείες Ελεήμον, εξάληψον τα πλήθη των εμών εγκλημάτων. 


Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν 

Ταις της Θεοτόκου πρεσβείες Ελεήμον, εξάληψον τα πλήθη των εμών εγκλημάτων 


«Προσόμοιον» Ήχος πλ’β 

(Όλην αποθέμενοι) 

«Στίχος» Ελέησον με, ο Θεός, κατά το μέγα Έλεός Σου, και κατά το πλήθος των οικτιρμών Σου, εξάλειψον το ανόμημά μου. 

Όλην την του Πνεύματος, ως Ιεράρχης θεόφρον, χάριν εισδεξάμενος, τον Χριστόν εδόξασας δι αθλήσεως, και πολλαίς χάρισι, δοξασθείς Θεράπων, ενεργείς πάσιν ιάματα, και παύεις Άγιε, πάθη και δεινά αρρωστήματα, τοις πίστει προσπελάζουσι, τω σεπτώ Ναώ σου εκάστοτε, διό σοι βοώμεν’ Μη παύση ικετεύων τον Χριστόν, αμαρτιών δούναι άφεσιν, τοις σε μακαρίζουσιν.
  
 



Ωδή ζ’ «Οι εκ της Ιουδαίας» 

Άγιε του Θεού πρέσβευε υπέρ ημών 

Εξ’ εχθρών αοράτων, και δεινών συντριμμάτων Θεράπων ένδοξε, και πάσης αθυμίας, απήμονας συντήρει, τους βοώντας εκάστοτε’ Ο των Πατέρων ημών, 
Θεός ευλογητός ει. 


Άγιε του Θεού πρέσβευε υπέρ ημών 

Ιαμάτων τα ρείθρα, η αγία εικών σου Θεράπων βλύζουσα, παθών τας διεκχύσεις, ξηραίνει και παρέχει, την υγείαν τοις κράζουσιν’ Ο των Πατέρων ημών, 
Θεός ευλογητός ει. 


Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι 

Αλγυνόμενος σφόδρα, ταις πολλαίς αμαρτίαις Θεράπων Άγιε, προστρέχω τω Ναώ σου, τυχείν της θεραπείας, ήν παράσχου μοι κράζοντι’ Ο των Πατέρων ημών, 
Θεός ευλογητός ει. 


Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν 

Νεκρωθείς Θεοτόκε, ταις πολλαίς αμαρτίαις άπνους κατάκειμαι, αλλά προς σε εκτείνω, και χείρας και καρδίαν, και την δέησιν Άχραντε, ‘ινα σωθείς του εχθρού, ζήσω ζωήν όσίαν. 

 



Ωδή η’ «Τον Βασιλέα των ουραννών» 


Άγιε του Θεού πρέσβευε υπέρ ημών 

Γενού Θεράπων, ημών μεσίτης και πρέσβυς, προς τον Κύριον τον σε ενισχυκότα,
ίνα των πταισμάτων, ληψώμεθα την λύσιν. 


Άγιε του Θεού πρέσβευε υπέρ ημών 

Εν τω Ναώ σου, άπας πιστός καταφεύγον, ών περ δέεται κομίζεται την κτήσιν’ όθεν σου Θεράπων, κηρύττομεν την χάριν. 


Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι 

Ρύπον κακίας, τη ρυπτική σου πρσβεία, αποκάθαρον ψυχήν μου την ρυπώσαν, ίνα σε γεραίρω κλεινέ Ιερομάρτυς. 


Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν 

Αδιαφθόρως, τον πάντων Κτίστην τεκούσα, τον φθαρέντα με απάτη του Βελίαρ, καίνισον Παρθένε, δια της μετανοίας. 

 


Ωδή θ’ «Κυρίως Θεοτόκον» 

Άγιε του Θεού πρέσβευε υπέρ ημών 

Συνών Αγγέλων δήμοις, συν αυτοίς δυσώπει, Ιερομάρτυς Θεράπων μακάριε, πάσης ανάγκης λυτρούσθαι, τους σε γεραίροντας. 


Άγιε του Θεού πρέσβευε υπέρ ημών 

Ιάτρευσον τον νούν μου, Άγιε Θεράπων, και τας οδύνας του σώματος κούφισον, 
τη σοι δοθείση πλουσία, θεόθεν χάριτι. 


Άγιε του Θεού πρέσβευε υπέρ ημών 

Μεγάλως εδοξάσθης, ως Ιερομάρτυς, παρά Κυρίου Θεράπων μακάριε, 
Όθεν μεγάλων κινδύνων, ημάς απάλλατε. 


Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι 

Οι πίστει προσιόντες, τη ση προστασία, πάσης ανάγκης την λύσιν κομίζονται’ 
διο Θεράπων απαύστωςσε μακαρίζομεν. 


Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν 

Υψώσασα την φύσιν, του Αδάμ πεσούσαν, τω πανυψίστω σου τόκω Πανάμωμε, 
πρός αρετών τας υψώσεις τον νούν μου ύψωσον. 
 
 



Καί τά Μεγαλυνάρια 

Ἄξιον ἐστίν ὡς ἀληθῶς μακαρίζειν Σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. 
Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερουφείμ, τήν ἀδιαφθόρως, Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, Σέ μεγαλύνομεν.

Ώφθης Ιεράρχης θεοειδής, και στερρώς αθλήσας, Αθλοφόρος περιφανής, και εν αμφοτέροις, Χριστόν λαμπρώς δοξάσας, αξίως εδοξάσθης, Θεράπων ένδοξε. 

Χρίσμα περικείμενος το σεπτόν, εν Αρχιερεύσι, διαπρέπεις ποιμαντικώς, και υπέρ Κυρίου, νομίμως εναθλήσας, πολλών χαρίτων ώφθης, Θεράπων έμπλεως. 

Ήσχυνας της πλάνης τας μηχανάς, έν λόγοις και έργοις, και αγώσιν αθλητικοίς, 
Άγιε Θεράπων, διο τοις σε αιτούσι, παρέχεις ουρανόθεν, χάριν αέναον. 

Χαίροις ιερέων κλέος σεπτόν, χαίροις Αθλοφόρων, εγκαλλώπισμα ιερόν, 
Άγιε Θεράπων, σοφέ Ιερομάρτυς, προστάτα των εν πίστει, ανευφημούντων σε. 

Πάσι τοις προστρέχουσιν ευλαβώς, τω θείω Ναώ σου, δίδου Πάτερ ως Ιατρός, 
νόσων θεραπείαν, και βίου αρμονίαν, και ψυχικήν γαλήνην, Θεράπων Άγιε. 

Πρέσβευε απαύστως υπέρ ημών, Θεράπων παμμάκαρ, τω των όλων Δημιουργώ, 
ως αν τω εν βίω , δυσχερειών ρυσθώμεν, και λάβωμεν πταισμάτων, την απολύτρωσσιν. 

Ρώσιν δος τω δούλω σου, Ιατρέ, ένδοξε Θεράπων, ως την χάριν παρά Θεού, 
του σώζειν αξίως, λαβών παντός κινδύνου, τους τη σεπτή Πηγή σου, θερμώς προστρέχοντας. 



Παθών ταραττόμενος προσβολαίς, προς σε καταφεύγω, την ανάρρωσιν εκζητώ,
Θεράπων Κυρίου, Μάρτυς και Ιεράρχα, εκ τούτων ουν απάντων, συ με απάλλαξον. 

Χαίροις θεραπείας ο χορηγός, χαίροις των νοσούντων, ο Ανάργυρος Ιατρός, 
λύει πάσας νόσους, η Ιερά εικών σου, την πίστει προσκυνούντες, Θεράπων Άγιε. 


Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η Δωδεκάς,
οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τω σωθήναι ημάς.




Τρισάγιον 

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς (3 φορές).


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι,
καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. 

Παναγία Τριάς, ἐλέησον ἠμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψαι καί ἴασαι τάς ἀσθενείας ἠμῶν ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον. Κύριε ἐλῆσον. Κύριε ἐλέησον.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. 
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. 



Πάτερ ἠμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἁγιασθήτω τό ὄνομά σου . Ἐλθέτω ἡ βασιλεία σου. Γεννηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῶ καί ἐπίτης γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον. Καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν. Καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.



Ὁ Ἱερεύς: Ὅτι σου ἐστίν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος , νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

τα συνήθη τροπάρια, εκτενής και απόλυσις, μεθ’ ήν το εξής:


 


Ήχος πλ α’ (Τον συνάναρχον Λόγον) 

Θεραπεύσας ενθέω, ζήλω τον Κύριον, αληθώς ανεδείχθης, Θεράπων τούτου πιστός, διό γέγονας ημίν τοις τιμώσι σε, ακεσώδυνος πηγή, και πολυχεύμων ποταμός, θαυμάτων και ιαμάτων, Θεράπων, Ιερομάρτυς Κυρίου, πρέσβευε, ελεηθήναι τας ψυχάς ημών.





«Απόλυσις και ψάλλομεν τα εξής» 

Ήχος β’ (Ότε εκ του ξύλου) 

Πάντας τους προστρέχοντας πιστώς, τη ση οξυτάτη πρεσβεία, Θεράπων ένδοξε, 
πάσης απολύτρωσαι, βλάβης και θλίψεως, και τοις πάσχουσιν δώρησαι, χαράν και Υγείαν, και πταισμάτων άφεσιν, αίτησαι άπασι, συ γαρ, ως καλώς αριστεύσας, έλαβες θεόθεν την χάριν, εκπληρούν απάντων τα αιτήματα. 



Δέσποινα πρόσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξον με υπό την σκέπην σου. 



Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς. Αμήν

 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου