Σάββατο, 30 Νοεμβρίου 2013

Η ΠΑΡΑΚΛΗΣΗ ΣΤΟΝ ΑΓΙΟ ΑΝΔΡΕΑ ΤΟΝ ΠΡΩΤΟΚΛΗΤΟ

Ο Άγιος Ανδρέας ο Πρωτόκλητος
 


Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.



Ὁ Ἀναγνώστης: Ἀμήν.



Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.

Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.




Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.






Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.






Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.



Ψαλμός ρμβ΄ (142)



Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.




Εἴτα τά παρόντα Τροπάρια.




Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.


Του Πρωτοκλήτου τω ναώ νύν προσδράμωμεν, οι εν ταις νόσοις και δεινοίς κατεχόμενοι, από βαθέων κράζοντες καρδίας αυτώ˙ ένδοξε Πρωτόκλητε, ώ Ανδρέα Θεόπτα, πρόφθασον και ίασαι, νοσημάτων παντοίων, και εκ κινδύνων λύτρωσαι ημάς, τους τη ση σκέπη θερμώς καταφεύγοντας.



Θεοτοκίον.


Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.



Ψαλμός ν΄ (50)



Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

 


Ωδή α’. ήχος πλ. δ’.
Υγράν διοδεύσας ωσεί.




Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.



Δεσμείν τε και λύειν παρά Χριστού, λαβών εξουσίαν, αμαρτίας με του δεσμού, λύσον ώ Ανδρέα Θεηγόρε˙ και γαρ αυτή μοι, την νόσον επήνεγκεν.


Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.



Εν νόσοις και πόνοις παντοδαποίς, τρυχόμενος μάκαρ, εκ καρδίας σε δυσωπώ, τούτων παρασχείν μοι την ταχείαν, απαλλαγήν και τελείαν υγείωσιν.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
.

Ξενωθείς αφρόνως της εντολής, Θεού παρεδόθην, τη δικαία αυτού οργή˙ όν περ εκδυσώπει ώ Ανδρέα, ιλεώ όμματι μάκαρ προσβλέψαι με.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Απόρθητον τείχος και αρραγές, γενού μοι Παρθένε, καταφεύγοντι ευλαβώς, τη σκέπη σου κόρη Θεομήτορ, πλήν σου γαρ άλλην, ελπίδα ού κέκτημαι.

 
 


Ωδή γ’. Ουρανίας αψίδος.


Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Ικεσίαις Ανδρέα, συ δραστικαίς Άγιε, τους εν τω ναώ σου φοιτώντας, και αιτουμένους σε, πάντας εξάρπασον, εκ συμφορών και κινδύνων, πάσης περιστάσεως, ψυχής και σώματος.


Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Δεομένους εκ πόθου, και εκ θερμής πίστεως, τους κατακειμένους εν κλίνη δεινού νοσήματος, ροπή ανάστησον, της ισχυράς σου πρεσβείας˙ έχεις γαρ ιαμάτων πλούτον αδάπανον.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Εν νυκτί και ημέρα, πόνοις πολλοίς τρύχομαι, τοις εκ νοσημάτων, παντοίων, κατακεντούμενος˙ διο τη σκέπη σου, νύν καταφεύγω Ανδρέα˙ μη δη ούν παρίδης με, μύστα Πρωτόκλητε.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Τη τεκούσα Σωτήρα, και λυτρωτήν Άχραντε, τον τας βροτών ασθενείας πάσας ιώμενον˙ όν αγνή πάναγνε, συ ακραιφνώς μιμουμένη, νόσω με κρατούμενον, ίασαι Δέσποινα.



Διάσωσον από κινδύνων τους δούλους σου ώ Ανδρέα˙ ότι πάντες μετά Θεόν, εις σε καταφεύγομεν, ως έτοιμον ρύστην και πολιούχον.


Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐ πῖ τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.




Προς το Πρεσβεία θερμή.

Προστάτης Πατρών, φρουρός ο ασφαλέστατος, απαύστως φρουρείν μη διαλύσης ένδοξε, Ανδρέα Πρωτόκλητε, τους σε θερμώς καθικετεύοντας˙ άλλ’ εκ κινδύνων λύτρωσε τη σην, ήνπερ εξόχως ποίμνην πεπίστευσαι.

 



Ωδή δ’.
 Εισακήκοα Κύριε.


Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Συνεχόμενον θλίψεσι, και στενοχωρούμενον νόσω σώματος, ελευθέρωσόν με δέομαι, θεία σου εντεύξει ώ Πρωτόκλητε.


Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Ικετεύω σε ένδοξε, σάλω και βυθώ δεινών περιστάσεων, μη παρίδης ποντούμενον˙ άλλ’ ανάγαγέ με, σαις δεήσεσιν.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Νοσημάτων απάλλαξον, τους εν τω ναώ σου θερμώς προστρέχοντας και προστάτην σε θερμότατον, επικαλουμένους Παναοίδιμε.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Ανακαίνισον Άχραντε, πεπαλαιωμένον με δεινοίς πταίσμασιν, η τον καινουργόν κυήσασα, αρεταίς ενθέοις βελτιώσασα.


 
 


Ωδή ε’.
 Φώτισον ημάς.


Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Νέμοις μοι ροπήν, σου της θείας αντιλήψεως, και καταψύξαις την καρδίαν μου, φλογιζομένην, και πυρέσσουσαν Απόστολε.


Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Δώρον ειληφώς, των ιάσεων το δώρημα, δώρησαι ιάσεως χρήζον της καχεξίας την κατάπαυσιν βραβεύων μοι.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Ρύσαι πειρασμών, χριστομίμητε Πρωτόκλητε, κινδύνων και ποικίλων θλίψεων, επερχομένων, αδοκήτως τοις ικέταις σου.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Έχουσα αγνή, ευσπλαγχνίας μέγα πέλαγος, νύν μοι κινδυνεύοντι Πανάμωμε, επικάμφθητι, δια σπλάγχνα σης χρηστότητος.


 
 

Ωδή στ΄.
 Την δέησιν εκχεώ.


Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Ακέστορα σε πλουτούμεν Άγιε, και θερμόν εν περιστάσεσι πρέσβυν, ρύστην φρουρόν και προστάτην Ανδρέα, ως εις κοινόν ιατρείον προσφεύγομεν. Θεράπευσον ούν συμπαθώς, τας ημών ασθενείας και μάστιγας.


Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Ακούσας μου της ευχής Απόστολε, επιτάχυνον οικτείραί με μάκαρ˙ ιδού γαρ νύν η ζωή μου εκλείπει, ως εις αέρα καπνός σκεδαννύμενος˙ άλλ’ εύροιμί σε αρωγόν, χριστομίμητον οία περ πέλοντα.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Νηχόμενος τοις του βίου κύμασι, περιπίπτω καθ’ εκάστην ανάγκαις, ταις την ψυχήν και το σώμα στροβούσαις˙ ως δ’ εις γαλήνιον όρμον Πρωτόκλητε, τον σον ναόν προσπεφευγώς, διασώζομαι πρεσβείαις σου.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Το μέγιστον των πιστών προσφύγιον, το κοινόν των ασθενών ιατρείον, χριστιανών την στερράν προσδοκίαν, των δεομένων την θείαν αντίληψιν˙ την Δέσποιναν του ουρανού˙ και της γης δυσωπήσαι οικτείραί με.



Διάσωσον από κινδύνων τους δούλους σου ώ Ανδρέα ότι πάντες μετά Θεόν εις σε καταφεύγομεν, ως έτοιμον ρύστην και πολιούχον.


Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

 
 



Προστασία των Χριστιανών.



Πρασπίζειν της ποίμνης της σης Παμμακάριστε, και πρεσβεύειν απαύστως Χριστώ και Δεσπότη σου, μη αποκάμης εκτενώς δεόμενος αυτού˙ αλλά πρόφθασον ως μιμητής των σταυρικών αυτού παθών, υπέρ των δεομένων σου˙ κόπασον πειρασμούς τε και λύσον τας περιστάσεις, των προστρεχόντων σοι θερμώς Ανδρέα Πρωτόκητε.



Προκείμενον. Εις πάσαν την γην εξήλθεν ο φθόγγος αυτών.


Στίχ. Οι ουρανοί διηγούνται δόξαν Θεού.



Ευαγγέλιον 
κατά Ματθαίον (δ’ 18- 23)


Τω καιρώ εκείνω, περιπατών ο Ιησούς παρά την θάλασσαν της Γαλιλαίας, είδε δύο αδελφούς, Σιμωνα τον λεγόμενον Πέτρον, και Ανδρέαν τον αδελφόν αυτού βάλλοντας αμφίβληστρον εις την θάλασσαν, (ήσαν γαρ αλιείς) και λέγει αυτοίς˙ Δεύτε οπίσω μου, και ποιήσω υμάς αλιείς ανθρώπων. Οι δε ευθέως αφέντες τα δίκτυα ηκολούθησαν αυτώ. Και προβάς εκείθεν είδεν άλλους δύο αδελφούς, Ιάκωβον τον του Ζεβεδαίου, και Ιωάννην τον αδελφόν αυτού, εν τω πλοίω μετά του Ζεβεδαίου του πατρός αυτών, καταρτίζοντας τα δίκτυα αυτών, και εκάλεσεν αυτούς. οι δε ευθέως αφέντες το πλοίον και τον πατέρα αυτών, ηκολούθησαν αυτώ. Και περιήγεν όλην την Γαλιλαίαν ο Ιησούς, διδάσκων εν ταις συναγωγαίς αυτών και κηρύσσων το Ευαγγέλιον της βασιλείας, και θεραπεύων πάσαν νόσον και πάσαν μαλακίαν εν τω λαώ.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Ταῖς τού Πρωτοκλήτου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. 



Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

 
 


Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.



Ήχος πλ. β’. Όλην αποθέμενοι.


Ανδρέα Πρωτόκλητε, του Κορυφαίου ομαίμων, Αποστόλων καύχημα, Μαθητών προβάθμιε, αγλαότιμε, απαρχή αγία, του Ευαγγελίου, του Κυρίου εχρημάτισας. Ως ούν γινώσκοντες, έξοχον πρεσβείαν πλουτούντά σε, σοι πάντες καταφεύγομεν˙ και νύν εκτενώς σου δεόμεθα, ίασαι τας νόσους, τους πόνους και τας μάστιγας ημών, και ρύσαι πάσης κακώσεως, ποίμνην την τιμώσάν σε.

 
 


Ωδή ζ’.
 Οι εκ της Ιουδαίας.

Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Ως ποτέ της χρονίας, ασθενείας ερρύσω μάκαρ τον Σώσιον, αφή χειρός σου μόνη ούτω της νύν τηκούσης, καμέ νόσου απάλλαξον, σου αοράτω θερμή Ανδρέα επισκέψει.


Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Νεκρόν ως εξεγείρω, επικαμφθείς, Ανδρέα μητρός τοις δάκρυσι, καμέ νύν ημιθνήτα, βραχύ τι κεκτημένον, ζωής λείψανον έγειρον, ως ακραιφνής μαθητής, του τους νεκρούς ζωούντος.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Νόσων παντοίων και κινδύνων, Ιατρός φανείς, Ανδρέα τρισμάκαρ˙ της ψυχής μου διο, θεράπευσον την νόσον, και ευρωστίαν δώρησαι, ταις ενθέοις σου πρεσβείαις.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Ουρανών πλατυτέρα, ανεδείχθης Παρθένε Χριστόν κυήσασα˙ στενούμενον ούν νόσοις, και θλίψεσι παντοίαις, πρεσβειών σου ευρύτητι κατάστησόν με αγνή, εις υγείας πλάτος.

 



Ωδή η’. 
Τον Βασιλέα των Ουρανών.



Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.



Υπό την σκέπην των πρεσβειών σου Ανδρέα, προσδραμών δέομαί σου, ρυσθήναι των περιστοιχούντων, δεινών με ανενδότως.


Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Μετανοείν με, από ψυχής και καρδίας, εξαιτώ επαμύναι Ανδρέα, ταίς πανευπροσδέκτοις προς Κύριον λιταίς σου.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Οδυνωμένω, υπό μακράς ασθενείας, ιατρός πρόστηθί μοι Ανδρέα, ως απορουμένων και ορφανών προστάτης.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Νενεκρωμένον, των προσβολών ταίς ακίσι, δυσωπώ ζ
ωώσαί με Παρθένε, τον Ζωοδότην Χριστόν αποτεκούσα.


 


Ωδή θ’. Κυρίως Θεοτόκον.


Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Αυγαίς ταις της Τριάδος, λάμπρυνον Ανδρέα, τα της ψυχής και καρδίας μου όμματα, ίνα σε πόθω γεραίρω, ενθέοις άσμασιν.



Άγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.


Χριστομιμήτως μάκαρ, τας ανυψωθείσας επί σταυρού πριν παλάμας σου έπαρον, προς τον Σωτήρα πρεσβεύων, υπέρ της ποίμνης σου.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Οχύρωμα και σθένος, σκέπη τε και φύλαξ, γενού Ανδρέα και τείχος απόρθητον, τοις καταφεύγουσι πίστει, τη θεία σκέπη σου.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Υπέραγνε Παρθένε, συν τω Πρωτοκλήτω, τον σον Υιόν εισαεί καθικέτευε, όπως ρυσθείημεν πάντες, φρικτής κολάσεως.

 
 
 


Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.


Δεύτε τον Πρωτόκλητον μαθητήν, εν ύμνοις ασμάτων, ευφημήσωμεν οι πιστοί, τον του Αιγεάτου, το θράσος καθελόντα, και του Χριστού το πάθος, εκμιμησάμενον.


Δεύτε τον Πρωτόκλητον μαθητήν, και των Αποστόλων, τον προβάθμιον αγωγόν, τον της Αχαΐας και των Πατρών προστάτην, Ανδρέαν τιμήσωμεν.



Χαίροις ο Πρωτόκλητος μαθητής, χαίροις σωφροσύνης, και ανδρείας στήλη λαμπρά˙ χαίροις ο του πάθους, κοινωνός του Κυρίου, Απόστολε Θεόπτα Ανδρέα πάντιμε.


Χαίροις των Πατέρων μέγας φρουρός, πρόμαχος και ρύστης, πολιούχος και βοηθός˙ χαίροις της σης ποίμνης, υπερμαχών απαύστως, και περισκέπων ταύτην, Ανδρέα ένδοξε.


Σκέπε, φρούρει, φύλαττε εκ δεινών, τους εν τω ναώ σου, ανυμνούντάς σε ευλαβώς˙ και ρύσαι κινδύνων και πάσης άλλης βλάβης, την σε τιμώσαν ποίμνην, Ανδρέα ένδοξε.


Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τῷ σωθῆναι ἠμᾶς.

 
 Τό Τρισάγιον


Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.



Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.


Απολυτίκιον.

Απόστολε Άγιε Ανδρέα, πρέσβευε τω ελεήμονι Θεώ ίνα πταισμάτων άφεσιν παράσχη ταις ψυχαίς ημών.
 
 

Ότε εκ του ξύλου σε νεκρόν.


Πάντων Αποστόλων και μυστών, ένδοξε Πρωτόκλητε μύστα, τους προσκυνούντας θερμώς, την σεπτήν εικόνα σου, βλάβης εξάρπασον, ορατών αοράτων τε, εχθρών και παντοίων νόσων, ελευθέρωσον ψυχής και σώματος˙ ίνα ευχαρίστοις εν ύμνοις, ως παντοδαπόν ευεργέτην, και θερμόν προστάτην σε γεραίρωμεν.



Ἦχος πλ. δ΄.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.



Ἦχος β΄.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.



Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου