Δευτέρα, 16 Δεκεμβρίου 2013

Η ΠΑΡΑΚΛΗΣΗ ΣΤΟΝ ΑΓΙΟ ΔΙΟΝΥΣΙΟ







Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.



Ὁ Ἀναγνώστης: Ἀμήν.



Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.

Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.




Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.





Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.




Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.



Ψαλμός ρμβ΄ (142)



Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.




Εἴτα τά παρόντα Τροπάρια.




Ἦχος δ΄.


Διονυσίου ιεραίς μεσιτείαις, παθών ποικίλων πειρασμών και κινδύνων, τους σους ικέτας λύτρωσαι Χριστέ ο Θεός, οίκτειρον το πλάσμα σου, ως Θεός ελεήμων, σώσον τους υμνουντάς σε, από βλάβης παντοίας˙ σοι γαρ βοώμεν πάντες εκτενώς, μη υπερόψη ημάς πολυεύσπλαγχνε.



Θεοτοκίον.


Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. 



Ψαλμός ν΄ (50)



Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον 
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον 
σού μόσχους.





Ωδή Α’. 

Ήχος Πλ. Δ’ . Αρματηλάτην Φαραώ…



Γλωττοστροφούντας αφυείς απέδειξας, εν τω υμνήσαι τα σα˙ υλικών γαρ φύσιν, πάσαν υπερέβαλες, τη της ζωής λαμπρότητι, ουρανών όθεν νόες, άφθαρτα στέφη σε έθηκαν, άσαρκον ορώντές σε άνθρωπον.



Ιχθυοβόλους τη καινή εξέπληξας, άγρα πεισθέντας εν σοι, ψυχοβλαβή πλάνην, μετά τούτο έπαυσας, ανδρών τοιούτων θαύματι, ιερέων παρόντων, αποτυγχάνειν του πράγματος, τούτους νουθετών Διονύσιε.



Όλον τον πόθον προς Θεόν ανέθηκας, από νεότητος, και του κόσμου πάντα, τα ηδέα πάνσοφε, και της σαρκός προσπάθειαν, βδελυξάμενος όντως, εγένου όλος ουράνιος, και κατοικητήριον πνεύματος.


Θεοτόκιον.


Ανάρχου Μήτερ εξειπείν τα τέρατα, τις εξισχύει ποτέ; Όσα περ ειργάσω, τον Θεόν βαστάσασα, εν τη γαστρί σου έμβρυον, απαρχή σωτηρίας, της των ανθρώπων υπάρξασα, τέλος και των τούτοις κακώσεων.


 


Ωδή Γ’.
Ουρανίας αψίδος.




Της ψυχής καθορών σου, το νουνεχές ένδοξε, άπας της Αιγίνης ο Δήμος, σε προχειρίζεται, Ποιμένα άριστον, και Ιεράρχην φωσφόρον, νεύσει του Παντάνακτος καθοδηγούμενος.



Σε προβάλλεται πρέσβυν, η ση πατρίς Ζάκυνθος, έχουσα εν κόλποις σον σκήνος, το θαυματόβρυτον, εξ ού προχέονται, τοις προσιούσιν εν πίστει, νάμματα σωτήρια ώ Διονύσιε.



Συμπληροίς τας αιτήσεις, τερατουργέ άπασιν˙ επί σοι γαρ χάρις θεόθεν, πάσα κεκένωται, και των θαυμάτων των σων, ούκ έστι πέρας αντλήσαι, της Ζακύνθου γέννημα, ώ Διονύσιε.


Θεοτόκιον.


Ουρανών πλατυτέρα, η ση γαστήρ δείκνυται, πάναγνε παρθένε Μαρία, θεοχαρίτωτε˙ ο γαρ αχώρητος, παντί τω κόσμω εδείχθη, χωρητός εν μήτρα σου, καθώς ηυδόκησε.



Ναυάγησον, των πολεμίων την έφοδον Ιεράρχα, πάντας σκέπων αεί θερμώς, τους εις σε καταφεύγοντας, και φάνηθι δούλοις σου προστασία.
Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος. 

 

Κάθισμα.

Ήχος Β’. Πρεσβεία θερμή.


Χριστέ Ιησού, ελέησον τους δούλους σου, πρεσβεύει θερμώς, ο μέγας Διονύσιος, ταις αυτού δεήσεσι, ψυχικών κινδύνων ημάς απάλλαξον, και θείας δόξης δείξον κοινωνούς, ο μόνος δοξάζων τους αγίους σου.


 

Ωδή Δ’. 
Συ μου ισχύς, Κύριε.



Όλον τον νούν, προς ουρανόν ανεπτέρωσας, και ψυχήν σου, Πάτερ κατελάμπρυνας, τη ποικιλία των αρετών, γενόμενος όλος, κατοικητήριον πνεύματος˙ διο την των θαυμάτων, κομισάμενος χάριν, ιατρός ανεδείχθης πανάριστος.



Οι εν δεινοίς, κατατηκόμενοι πάθεσι, και παντοίαις νόσοις πιεζόμενοι τω σω τεμένει μετά σπουδής, πίστει προσελθόντες, και σκήνος σον ασπαζόμενοι, τρυγώσι τας ιάσεις, των ψυχών και σωμάτων, σαις λιταίς προς Θεόν Διονύσιε.



Σε βοηθόν, κέκτηται όντως και πρόμαχον, των Στροφάδων, Μονή η σεβάσμιος, και οι μακάριοι εν αυτή, ασκούντες πατέρες, τη σκέπη σου εναμβρύνονται, λυτρούμενοι παντοίων, πειρασμών τε και νόσων, και ποικίλων βελών του αλάστορος.


Θεοτόκιον.


Των ουρανών, αι τάξεις πάσαι εξέστησαν, θεωρούσαι, ως βροτόν γενόμενον, τον προ αιώνων εκ του Πατρός, αρρεύστως τεχθέντα, και κόσμον δημιουργήσαντα, διο μεγαλοφώνως, ουρανόθεν εβόων, τη δυνάμει σου˙ δόξα φιλάνθρωπε.


 

Ωδή Ε’.
 Ίνα τι με απώσω.



Ώστερ στύλω νεφέλης, πάλαι τοις αγίοις σου ελάλεις Κύριε, Σαμουήλ Μωσεί τε, τοις τηρούσι τα θεία προστάγματα, ούτω νυν παράσχου, Διονυσίου ταις πρεσβείαις, ημίν πάσι πταισμάτων την άφεσιν.



Όρμος πάσιν εδείχθης, θαλαττοπορούσι, μεγάλω εν κλύδωνι, και επικαλούσι, το σον όνομα Πάτερ το άγιον˙ φθάνεις γαρ ταχέως, και τοις στοιχείοις επιτάττεις, αοράτως πραΰναι την έφοδον.



Δανιήλ εξεπλάγη, παραδόξως ορών σε, λαμπρώς ιστάμενον, θυτών αναμέσον, λευκοφόρων σεπτώς λειτουργούντων σοι, όθεν προσεφώνει, συ αληθώς μετά Αγίων, και Αγγέλων συμψάλλεις τω κτίστη σου.


Θεοτόκιον.


Ως προ τόκου Παρθένος, και μετά τόκον πάλιν, Παρθένος διέμεινας, Κεχαριτωμένη˙ δια σου γαρ ο Λόγος ο άναρχος, εισελθών ως οίδε, και εξελθών θεοκυήτορ, παραδόξως αγνήν σε ετήρησεν.

 


Ωδή ΣΤ’.
 Την δέησιν εκχεώ προς Κύριον.




Ικέτευε, εκτενώς πανάριστε, προς Θεόν εν πειρασμοίς και κινδύνοις, ότι φρουρόν προσκαλεί σε πατρίς σου, και αλλοφύλοις καυχάσθαι ως εύρηκε, σε πρύτανιν και βοηθόν, και την ήτταν εν πάσι δωρούμενον.



Τον Κτίστην, επί Σταυρού μιμούμενος, υπεδέξω τον συγγόνου φονέα, επιεικώς, τούτον εναποκρύψας, τοις γλυκυτάτοις σου τρόποις αείμνηστε, και δίωξιν την επ’ αυτόν, αντηλλάξω τη δείξει αλλότριον.



Την θείαν, περικυκλούντες λάρνακα, του σου σκήνους Διονύσιε Πάτερ, όλη ψυχή και καρδία βοώμεν, σώσον ημάς, ταις πρεσβείαις σου Άγιε, και λύτρωσαι παντοδαπών, συμφορών τους πιστώς ανυμνούντάς σε.


Θεοτόκιον.


Συμφώνως, οι δια σου σωζόμενοι, θεομήτορ την φωνήν σοι βοώμεν, του Γαβριήλ, χαίρε Δέσποινα κόσμου, χαίρε Αδάμ και της Εύας η λύτρωσις, του Λόγου χαίρε και Θεού, το ευρύχωρον όντως παλάτιον.


Ναυάγησον των πολεμίων την έφοδον Ιεράρχα, πάντας σκέπων αεί θερμώς, τους εις σε καταφεύγοντας, και φάνηθι δούλοις σου προστασία.
Ἄχραντε, ἡ διά λόγου τόν λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


 


Αίτησις και  Κοντάκιον.
Ήχος Β’. Την εν πρεσβείαις ακοίμητον Θεοτόκον.


Την σην Μητέρα, προσάγομεν εις πρεσβείαν, ως προστασίαν, και κραταίωμα και σκέπην, πάντων και καύχημα και αντίληψιν, αυτής ταις ικεσίαις πάντας ημάς ελέησον, ο μόνος υπάρχων πολυέλεος.


Προκείμενον Ήχος Δ’.


Οι Ιερείς σου, Κύριε, ενδύσονται δικαιοσύνην, και οι Όσιοί σου αγαλιάσονται.



Στίχος: Τίμιος εναντίον Κυρίου ο θάνατος του Οσίου αυτού.





Ευαγγέλιον. 
Kατά Ιωάννην. (Ι’. 1- 9).


Είπεν ο Κύριος προς τους εληλυθότας προς αυτόν Ιουδαίους. Αμήν αμήν λέγω υμίν. ο μη εισερχόμενος δια της θύρας εις την αυλήν των προβάτων, αλλά αναβαίνων αλλαχόθεν, εκείνος κλέπτης εστί και ληστής˙ ο δε εισερχόμενος δια της θύρας ποιμήν εστί των προβάτων. Τούτω ο θυρωρός ανοίγει, και τα πρόβατα της φωνής αυτού ακούει, και τα ίδια πρόβατα καλεί κατ’ όνομα, και εξάγει αυτά. Και όταν τα ίδια πρόβατα εκβάλη, έμπροσθεν αυτών πορεύεται, και τα πρόβατα αυτώ ακολουθεί, ότι οίδασι την φωνήν αυτού. Αλλοτρίω δε ου μη ακολουθήσωσιν, αλλά φεύξονται απ’ αυτού, ότι ούκ οίδασι των αλλοτρίων την φωνήν. Ταύτην την παροιμίαν είπεν αυτοίς ο Ιησούς˙ εκείνοι δε ούκ έγνωσαν τίνα ήν α ελάλει αυτοίς. Είπεν ούν πάλιν αυτοίς ο Ιησούς˙ Αμήν αμήν λέγω υμίν, ότι εγώ ειμί η θύρα των προβάτων. Πάντες, όσοι ήλθον προ εμού, κλέπται εισί και λησταί˙ άλλ΄ ούκ ήκουσαν αυτών τα πρόβατα. Εγώ ειμί η θύρα˙ δι’ εμού εάν τις εισέλθη, σωθήσεται, και εισελεύσεται, και εξελεύσεται, και νομήν ευρήσει.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Ταῖς τού Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.





Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.


Προσόμοιον. Ἦχος Πλ. β΄.




Δέσποτα φιλάνθρωπε, ο θαυμαστός εν αγίοις, αυτός τα ελέη σου, εν εμοί θαυμάστωσον, ανεξίκακε, και δεινών λύτρωσαι, ως Θεός δώρησαι, και τυχείν με καταξίωσον, της θείας δόξης σου, θείαις της Μητρός σου εντεύξεσιν, ως και απολυτρώσεως, της ατελευτήτου κολάσεως, ταις του Ιεράρχου σεπτού Διονυσίου προσευχαίς, ίνα υμνώ και δοξάζω σε, τον Θεόν και πλάστην μου.


 


Ωδή Ζ’.
Παίδες Εβραίων.




Κόσμου μισήσας τα ηδέα, τα ουράνια επόθησας τρισμάκαρ, και βιώσας εν γη ως άσαρκος τα γέρα, εις ουρανούς απείληφας, παρά του μισθαποδότου.



Πηγή ανεξάντλητος υπάρχει, το πανσέβαστον και άγιόν σου σκήνος˙ αεννάως και γαρ, τοις κάμνουσι παρέχει, ιάματα σωτήρια, Διονύσιε λιταίς σου.



Δέξαι τους ύμνους Ιεράρχα, ούς προσφέρει σοι λαός των Ζακυνθίων, ασιγήτοις φωναίς, και τούτον εκ παντοίων, κινδύνων ελευθέρωσον, τη θερμή σου προστασία.


Θεοτόκιον.


Υμνώ σου τον Τόκον Θεοτόκε, και ον έτεκες ασπόρως και εν χρόνω, ως Θεός αληθώς και άνθρωπον δοξάζω˙ διπλούς γαρ πεφανέρωται, τοις ανθρώποις εν τω κόσμω.


 

Ωδή Η’. 
Τον εν όρει αγίω δοξασθέντα.




Ικετεύειν, μη παύση ταις λιταίς σου, των απάντων Κτίστην τροφέα και ποιμένα˙ σε πρέσβυν γαρ καλούμεθα αείποτε, χρείαις τε και νόσοις, ότι σου ακούει, προθύμως εις αιώνας.



Ηνωμένος, τω Κτίστη από βρέφους, διεπράξω έργα ως ουρανοπολίτης, την επί γης ευπάθειαν μισούμενος, δόξαν τε και πλούτον, άνω νύν χορεύεις, συνάμα τοις Αγγέλοις.



Τίς προσήλθε, πιστώς τω σω τεμένει, ένθα βρύει πηγή η των θαυμάτων, και του σου πανσέπτου σκήνους σου αψάμενος, τας αιτήσεις πάσας, και τας ιατρείας, ούκ είληφεν ευθέως;


Θεοτόκιον.


Παραδείσου, ανοίγονται αι πύλαι, και φλογίνη παραχωρεί ρομφαία, και των ανθρώπων γένος διασώζεται, του Θεού και Λόγου, σάρκα ειληφότος, εξ απειράνδρου Κόρης.

 


Ωδή Θ’.
Εξέστη επί τούτω ο ουρανός.




Το άκρον αγαπήσας των εφετών, και δουλεύσας εν βίω Μακάριε, πάσι πιστοίς, ώφθης θαυματόβρυτος ποταμός, και ως αγάπης άγαλμα, άφθαρτος διέμεινας επί γης, της όντως θεαρέστου, διόπερ σε δικαίως, υμνολογούμεν Διονύσιε.



Αι τάξεις των Αγγέλων εξ ουρανού, κατελθούσαι βουλή του ποιήσαντος, σου το σεπτόν, πνεύμα Ιεράρχα περιχαρώς, δεξάμεναι προσέφερον, τούτω ένθα χαίρουσιν αι ψυχαί, απάντων των αγίων, και ψάλλουσι τω Κτίστη, δοξολογίαν την τρισάγιον.


Ψυχήν σου την αγίαν εις ουρανούς, μετά δόξης ο Κτίστης κατέθετο, το δε σεπτόν, σώμά σου και πάντιμον εν τη γη, άφθορον διετήρησεν, όπερ εν τοις κόλποις ως θησαυρόν, η Ζάκυνθος κατέχει, ήν φρούρει σαις πρεσβείαις, ώ Ιεράρχα Διονύσιε.


Θεοτόκιον.


Η μήτρα σου εδείχθη των Ουρανών, πλατυτέρα πανάμωμε Δέσποινα˙ τον γαρ Θεόν, έτεκες ασπόρως υπερφυώς, και δια σου ερρύσθημεν, πάντες της δουλείας του πονηρού, διο Παρθενομήτορ, τους σε υμνολογούντας, ρύσαι εκ κινδύνων ταις πρεσβείαις σου.


 

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.



Χαίροις ο Ζακύνθου γόνος λαμπρός, πρόεδρος Αιγίνης, και Στροφάδων μέγας φρουρός, χαίροις Εκκλησίας, φωστήρ νέος τρισμάκαρ, Αρχιερέων κλέος, ώ Διονύσιε.



Μένων εν αγάπη, εν τω Θεώ έμεινας θεόφρον, και σον κτείναντος αδελφόν, ενθέως εφείσω, τη προς Θεόν αγάπη. Διο Χριστώ συγχαίρεις, νύν Διονύσιε.



Δέσποτα Χριστέ ο Θεός ημών, οικτείρησον πάντας, και ελέησον σον λαόν, ταις Διονυσίου θερμαίς ικετηρίαις, και σου της θείας δόξης, τυχείν αξίωσον.



Χαίροις σελασφόρε Θείε φωστήρ, ο φωτί σου στίλβων, τον ορίζοντα ευσεβών˙ χαίροις ο σου Σκήνως θαύμασι καταρδεύων, την Εκκλησίαν πάσαν ώ Διονύσιε.



Ιερέων σύλλογος ιερός, και άπαν το πλήθος, Ζακυνθίων περιδεώς, το πάνσεπτον Σκήνος ασπασώμεθα όπως, ταις τούτου ικεσίαις ρυσθώμεν θλίψεων.



Χαίροις ο Ζακύνθου θείος βλαστός, και Μονής Στροφάδων, ο ακοίμητος οφθαλμός, χαίροις της Αιγίνης ο μέγας αντιλήπτωρ αρχιθυτών η δόξα, ώ Διονύσιε.



Δέσποινα Παρθένε Μήτηρ Θεού, συν Διονυσίω, εκδυσώπει τον σον υιόν, ημάς απαλλάξαι, κινδύνων πολυτρόπων, και θλίψεων παντοίων, τους ευφημούντάς σε.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.


 

Τό Τρισάγιον


Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.



Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.



Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.



Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.


Απολυτίκιον.



Ήχος Α’. Του λίθου σφραγισθέντος.



Της Ζακύνθου τον γόνον και Αιγίνης τον Πρόεδρον, τον φρουρόν Μονής των Στροφάδων, Διονύσιε άπαντες, τιμήσωμεν συμφώνως οι πιστοί, βοώντες προς αυτών ειλικρινώς, σαις λιταίς τους την σην μνήμην επιτελούντας, σώζε και βοώντάς σοι˙ Δόξα τω σε δοξάσαντι Χριστώ˙ δόξα τω σε στεφανώσαντι˙ δόξα τω δωρησαμένω σε ημίν πρέσβυν ακοίμητον.

 



Ήχος Β’. 
Ότε εκ του ξύλου σε νεκρόν.




Ύμνον παναρμόνιον ιδού, η των σων πιστών συνηγμένη, χορεία ψάλλει σοι˙ μνήμη τη πανσέπτω σου, και τω τεμένει τω σω, ιερώς προστιβάζεται, ψυχή και καρδία, σου το θαυματόβρυτον Σκήνος ασπάσασθαι˙ πάντας αβλαβείς περιφρούρει, θλίψεως παντοίας και βλάβης, Πάτερ Διονύσιε πρεσβείαις σου.




Ἦχος πλ. δ΄.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.


Ἦχος β΄.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.



Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου