Παρασκευή, 10 Αυγούστου 2018

ΜΕΓΑΛΥΝΑΡΙΑ ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΠΡΟΥΣΙΩΤΙΣΣΗΣ



Της Ελλάδος απάσης Συ προΐστασαι πρόμαχος, και τερατουργός εξαισίων τη εκ Προύσης Εικόνι σου, Πανάχραντε Παρθένε Μαριάμ, και γαρ φωτίζεις εν τάχει τους τυφλούς, δεινούς τε απελαύνεις δαίμονας, και παραλύτους δε συσφίγγεις Αγαθή˙ κρημνών τε σώζεις και πάσης βλάβης τους σοι προστρέχοντας˙ δόξα τω σω ασπόρω τοκετώ, δόξα τω σε θαυμαστώσαντι, δόξα τω ενεργούντι δια Σου τοιαύτα τέρατα.







Δεύτε την Εικόνα την Ιεράν, της Προυσιωτίσσης, ασπασώμεθα ευλαβώς, βρύουσαν παντοίων, νόσων και πάσης βλάβης, ρώσιν δαψιλεστάτην, και χάριν άφθονον.


Σφαίρας ουρανίους φωταγωγείς, αχράντω οικήσει, την υδρόγειον δε βολαίς, αρρήτων θαυμάτων, αυγάζεις όθεν πίστει πάντες σε προσκυνούμεν, ώ Προυσιώτισσα.


Τυφλοίς την ανάβλεψιν και κωφοίς, την ευηκοϊαν, και αλάλοις λύσιν γλωσσών, νέμεις Θεοτόκε, πιστώς σου δεομένοις, βαβαί σων θαυμασίων, Κόρη μητράνανδρε.


Ύδωρ ανέπήγασας θαυμαστώς, εκ πέτρας ανίκμου, Θεοτόκε τη ση Μονή, εξ ου οι πιόντες, ηδύτητος πληρούνται, Χριστόν υμνολογούντες, και σε δοξάζοντες.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου