Τῇ ἐπισκιάσει σου τῇ σεπτῇ, μύρον ἀναβλύζει, ἡ Εἰκών σου ἡ ἱερά, οὗ τῇ λήψει Κόρη, λυτρούμεθα κινδύνων, καὶ πάσης ἀσθενείας, ἀπαλλαττόμεθα.
Ὤφθη μυροβλύτις νεύσει τῇ σῇ, ἡ Εἰκών σου Κόρη, ἐν τῇ Μάνδρᾳ τῆς Μαλεβῆς, ᾗ μετ' εὐλαβείας, Παρθένε προσιόντες, ὀσμῆς ἐπουρανίου, πίστει πληρούμεθα.
Λύει τῆς στειρώσεως τὰ δεσμά, τό μύρον σου Κόρη, λαμβανόμενον εὐλαβῶς˙ ὅθεν σου τὴν χάριν, κηρύττομεν τοῖς πᾶσι, καὶ τὰ πολλά σου θαύματα μεγαλύνομεν.
Ρῶσιν καὶ ὑγείαν νέμει ἡμῖν, τό μύρον σου Κόρη, καὶ κινδύνων ἀπαλλαγήν, καὶ καρκίνου πάθος, τό χαλεπόν ἰᾶται˙ διό σε Μυροοβλύτισσα μεγαλύνομεν.
Δεῦτε προσκυνήσωμεν ἀδελφοί, τῆς Μυροβλυτίσσης, τὴν Εἰκόνα ἐν Μαλεβῇ, ἵνα πληρωθῶμεν, ὀσμῆς ἐπουρανίου, καὶ πάσης δυσωδίας, θᾶττον ρυσθείημεν.
Ἔχει ἡ Μονή σου ἐν Μαλεβῇ, προπύργιον μέγα, τὴν Είκόνα σου τήν σεπτήν, ἐκβλύζουσαν μύρον, εὐῶδες Θεοτόκε˙ διό καὶ μεγαλύνει, ἀεὶ τὴν δόξαν σου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου