Τρίτη 28 Αυγούστου 2018

ΜΕΓΑΛΥΝΑΡΙΑ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΜΥΡΤΙΔΙΩΤΙΣΣΑΣ








Χαίροις, τῶν Κυθήρων ἡ ἀρωγός, καὶ καύχημα μέγα, καὶ γλυκεῖα καταφυγή·χαίροις Ὀρθοδόξων ταχεῖα προστασία, Εὐλογημένη Κόρη Μυρτιδιώτισσα.

Πάλαι ὡς ἀνεῦρε τῇ σῇ ὀμφῇ, ἐν κλάδοις μυρσίνης, τὴν Εἰκόνα 
σου τὴν σεπτήν,ὁ ποιμὴν Παρθένε, ἐν εὐφροσύνῃ θείᾳ, αὐτὴν Μυρτιδιώτισσαν ἐπωνόμασε.

Νόσους θεραπεύεις τὰς χαλεπάς, κεραυνοὺς διώκεις, ἀνομβρίαν λύεις δεινήν·ὡς ὄντως μεγίστη, ἡ δόξα καὶ ἡ χάρις, καὶ ἡ σεπτή σου κλῆσις, Μυρτιδιώτισσα. 

Ὤφθη ἰατρεῖον πνευματικόν, ὁ ἐν Μυρτιδίοις, θεῖος οἶκός σου καὶ σεπτός· ψυχῶνγὰρ ἰᾶται καὶ τῶν σωμάτων πάθη, τῇ σῇ ἐπισκιάσει, Μυρτιδιώτισσα. 

Ἅπαντας προφθάνεις ὡς συμπαθής, τοὺς ἐν τοῖς κινδύνοις, καὶ τοὺς πέλας καὶτοὺς μακράν, καὶ τούτοις παρέχεις βοήθειαν ταχεῖαν ὑμνοῦντάς σου τὴν χάριν, Μυρ-τιδιώτισσα.

Τοὺς ἐξαιτουμένους ἀπὸ ψυχῆς, τῆς σῆς, Θεοτόκε, ἀντιλήψεως τὴν ἰσχύν, σῷζε πάσης βλάβης, καὶ πάσης δυσχερείας, ὡς Μήτηρ τοῦ ἐλέους, Μυρτιδιώτισσα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου