Τὸν Σταυρὸν τὸν τίμιον τοῦ Χριστοῦ, σήμερον ἐκ πόθου προσκυνήσωμεν εὐλαβῶς, καί ἐν κατανύξει βοήσωμεν συμφώνως, Σταυρέ ζωῆς τὸ ξύλον πιστούς στερέωσον.
Πάντες προσκυνοῦμεν πανευλαβῶς, καί φόβῳ καὶ πόθῳ, σὺν ἀγάπῃ τε καὶ χαρᾷ, τιμῶντες ὑμνοῦμεν τὸ πανάγιον ξύλον, χείλεσιν ἀναξίοις κατασπαζόμενοι.
Σκῆπτρον ἁγιότατον τοῦ Χριστοῦ, ζωηφόρον ξΰλον, ἱερέων ἡ καλλονή, Βασιλέων νῖκος, στήριγμα ὀρθοδόξων, πάντας τοὺς σέ τιμῶντας, Σταυρέ διάσωσον.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων τὸν Σταυρόν τὸν ζωοποιόν, τὸν ἁγιασθέντα Αἵματι τῷ πανσέπτῳ, Χριστοῦ τοῦ ζωοδότου ὅν μεγαλύνομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου