Ἡ προσευχὴ ὁμοῦ καὶ στεναγμός, τῆς στειρώσεως καὶ ἀτεκνώσεως Ἰωακείμ τε καὶ Ἄννης, εὐπρόσδεκτος, καὶ εἰς τὰ ὦτα Κυρίου ἐλήλυθε, καὶ ἐβλάστησαν καρπὸν ζωηφόρον τῷ κόσμῳ· ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει ἐτέλει, ἡ δὲ ἐν παραδείσῳ ὄνειδος φέρει· ἀλλὰ μετὰ χαράς, ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οικουμένῃ, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου, αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ Στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Ἡ Παρθένος Μαριάμ, καὶ Θεοτόκος ἀληθῶς, ὡς νεφέλη τοῦ φωτός, σήμερον ἔλαμψεν ἡμῖν, καὶ ἐκ Δικαίων προέρχεται εἰς δόξαν ἡμῶν. Οὐκ ἔτι ὁ Ἀδὰμ κατακρίνεται· ἡ Εὔα τῷν δεσμῶν ἠλευθέρωται· καὶ διὰ τοῦτο κράζομεν βοῶντες, ἐν παρρησίᾳ τῇ μόνῃ Ἁγνῇ· Χαρὰν μηνύει, ἡ γέννησίς σου, πάσῃ τῇ οἰκουμένῃ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου