Ὅσοι ἐν βίῳ ἁμαρτίαις ἐμολύνθητε, ὡς ὁ τάλας ἐγώ, ζηλώσωμεν τὴν μετάνοιαν, τὸν ὀδυρμόν τε μετὰ δακρύων τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας, ἵνα ταχὺ ἐκ Θεοῦ τὴν συγχώρησιν λάβωμεν, καθάπερ ἡ μακαρία, ἔτι ζῶσα, τὸν ῥύπον ἀπέπλυνε τῆς ἁμαρτίας, καὶ ἔλαβεν ἐκ Θεοῦ τὴν τελείαν συγχώρησιν, ὁδὸν μετανοίας ὑποδείξασα.
Τὸ σῶμα τὸ σὸν νηστείαις κατατήξασα, ἀγρύπνοις εὐχαῖς, τὸv Κτίστην καθικέτευες, τοῦ λαβεῖν σῶν πράξεων, τὴv τελείαν Μῆτερ συγχώρησιv, ἢν καὶ ἔλαβες ἀληθῶς, ὁδὸν μετανοίας ὑποδείξασα.
Ἐξ ἀκανθῶν καθάπερ ρόδον εὐῶδες, τὴ Ἐκκλησία Πελαγία ἐδείχθης, ταὶς ἐναρέτοις πράξεσιν εὐφραίνουσα ἠμᾶς, ὅθεν καὶ προσήγαγες, ὡς ὀσμὴν εὐωδίας, τῷ σὲ θαυμαστώσαντι, τὸν σὸν βίον Ὁσία. Ὂν ἐκδυσώπει σώζεσθαι ἠμᾶς, παθῶν παντοίων, ψυχῆς τὲ καὶ σώματος.
Μετανοίας τῇ δρόσῳ τὴν τῶν παθῶν, ἀποσβέσασα φλόγα τὴν σεαυτῆς, ζωὴν ἀνατέθεικας, τῷ Θεῷ καὶ Σωτῆρί σου, διὰ τοῦτο κόσμον, φυγοῦσα ἐμόνασας, ἐν ἐρήμῳ βίον, Ἀγγέλων ζηλώσασα· ὅθεν σοῦ τὸ τέλος, μετὰ δόξης μεγάλης, θεόθεν τιμώμενον, ἐπεγνώσθη τοῖς πέρασι, Πελαγία πανένδοξε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου